Epitaph of Ofellius Epaphras, with provisions for the use of his tomb.  White marble plaque.
[ ] Kos Isl. — Kos — Rom. Imp. period — Maiuri, NSER 628 — Wilhelm, MDAI(A) 51 (1926) 11-13
See also:
1 Ὀφέλλιος Ἐπαφρᾶς οὕ-
τω διεταξάμην· πυέ-
λων οὐσῶν τριῶν ἐν τῷ
ἡρωείῳ μου, εἰς τὴν δε-
5 ξιὰν κεῖσθαι τὸν υἱόν
μου Ὀφέλλιον Ἐπίκτη-
τον σὺν τῇ γυναικὶ αὐ-
τοῦ Κοσσινίᾳ Διογενίλλῃ,
ὁ δὲ ἕτερος υἱὸς Π(πλιος) Ὀφέλλι-
10 ος Εὐτύχης μετὰ τῆς μη-
τρὸς αὐτοῦ Ὀφελλίας Τυ-
χικῆς· ἐγὼ δὲ ὁ Ἐπαφρᾶς
ἵνα ἐνταφῷ μετὰ τῆς
γυναικός μου Στερτι-
15 νίας Μακαρίας εἰς τὴν
μέσην πύελον· εἰ δέ
τις τολμήσει ἀνοῖξαι ἢ
ἐνθάψαι τινά, δώσει τῷ
θεῷ Ἀσκληπιῷ 𐆖 ͵βΦʹ
20 καὶ ἔξωθεν τῷ ἱερωτάτῳ
ταμείῳ 𐆖 ͵α.
Search Help
Contact Us