Epitaph of Ofellius Epaphras, with provisions for the use of his tomb.
White marble plaque.
[ ]
Kos Isl. — Kos — Rom. Imp. period — Maiuri, NSER 628 — Wilhelm, MDAI(A) 51 (1926) 11-13
See also:
1 | Ὀφέλλιος Ἐπαφρᾶς οὕ- |
τω διεταξάμην· πυέ- | |
λων οὐσῶν τριῶν ἐν τῷ | |
ἡρωείῳ μου, εἰς τὴν δε- | |
5 | ξιὰν κεῖσθαι τὸν υἱόν |
μου Ὀφέλλιον Ἐπίκτη- | |
τον σὺν τῇ γυναικὶ αὐ- | |
τοῦ Κοσσινίᾳ Διογενίλλῃ, | |
ὁ δὲ ἕτερος υἱὸς Πό(πλιος) Ὀφέλλι- | |
10 | ος Εὐτύχης μετὰ τῆς μη- |
τρὸς αὐτοῦ Ὀφελλίας Τυ- | |
χικῆς· ἐγὼ δὲ ὁ Ἐπαφρᾶς | |
ἵνα ἐνταφῷ μετὰ τῆς | |
γυναικός μου Στερτι- | |
15 | νίας Μακαρίας εἰς τὴν |
μέσην πύελον· εἰ δέ | |
τις τολμήσει ἀνοῖξαι ἢ | |
ἐνθάψαι τινά, δώσει τῷ | |
θεῷ Ἀσκληπιῷ 𐆖 ͵βΦʹ | |
20 | καὶ ἔξωθεν τῷ ἱερωτάτῳ |
ταμείῳ 𐆖 ͵α. |