[ ]
Messenia — Kalamai — Roman period
1 | ἡ πό<λι>ς ἡ Λακ<εδ>αιμο- |
νίων Ἰο[ύ]νιον Χαριτέλο[υς] | |
Λακεδαιμόνιον ἐν Καλ[ά]- | |
μαις κατοική[σ]αντα τῆς | |
5 | περὶ τοὺς γονεῖς ε̣ὐσεβ<ε>ί- |
ας καὶ σωφροσύνης κα̣ὶ πα[ι]- | |
δείας χάριν, προσδεξαμ[έ]ν̣<ω>ν | |
τὸ ἀνάλωμα Χαριτέλους τ̣οῦ Λ̣[α]- | |
δί[κ]ου καὶ Τιμάδος τῆς Ἰουνί- | |
10 | ου τῶν γονέων αὐτοῦ καὶ Χαρι- |
τέλους τοῦ Χαριτέλους τ̣οῦ | |
ἀδελφοῦ αὐτοῦ. vacat |