IG V,1 1369
[ ] Messenia — Kalamai — Roman period
1       ἡ π<λι>ς Λακ<εδ>αιμο-
νίων Ἰο[ύ]νιον Χαριτέλο[υς]
Λακεδαιμόνιον ἐν Καλ[ά]-
μαις κατοική[σ]αντα τῆς
5 περὶ τοὺς γονεῖς ε̣ὐσεβ<ε>-
ας καὶ σωφροσύνης κα̣ πα[ι]-
δείας χάριν, προσδεξαμ[έ]ν̣<ω>ν
τὸ ἀνάλωμα Χαριτέλους τ̣οῦ Λ̣[α]-
δί[κ]ου καὶ Τιμάδος τῆς Ἰουνί-
10 ου τῶν γονέων αὐτοῦ καὶ Χαρι-
τέλους τοῦ Χαριτέλους τ̣οῦ
ἀδελφοῦ αὐτοῦ. vacat
Search Help
Contact Us