[ ]
Att. — non-stoich. — c. 155/4
1 | Κόνων Κόνωνος Κειριάδης [εἶπεν· ἐπειδὴ] Μιλτιά[δης] |
Ζωΐλου Μαραθώνιος χειροτο[νηθεὶς ὑπὸ τοῦ] δήμ[ου] | |
[Θη]σε[ίων ἀγωνοθέ]της ε[ἰ]ς τ[ὸν] ἐνια[υτὸν τὸν ἐ]πὶ Φαιδρί- | |
[ο]υ ἄρχον[το]ς [τήν τε πομπὴν ἔπ]εμψε[ν εὐσχήμ]ονα καὶ τὴν | |
5 | θυσίαν συνετέλεσε[ν τῶι] Θ[η]σεῖ κατὰ τ[ὰ πάτρια κ]αὶ τῆς λαμ- |
πάδος καὶ τοῦ γυμ[νικοῦ ἀγ]ῶνος ἐποιή[σατο πᾶσα]ν ἐπιμέλειαν | |
[προνοηθεὶ]ς τοῦ μ[ηθένα τῶ]ν ἀγωνιζομ[ένων] ἀδικήματι περι- | |
π[εσεῖν· ἔθηκεν] δὲ καὶ ἆ[θλ]α τοῖς ἀγωνισα[μέν]οις σπουδῆς οὐ[θὲ]ν | |
ἐλλ[είπων κατ]ὰ τὰ ἐψηφισμένα τῶι δήμ[ωι]· παρεσκεύασε[ν δὲ καὶ] | |
10 | ταῖς φ[υλαῖς τα]ῖς νικώ[σ]αις ἆθλα τῶν τε ἱππέων καὶ τῶν ἐπ[ιλέκτων], |
ὁμο[ίως δὲ κ]αὶ τοῖς ἐκ τῶ[ν] ἐ[θ]νῶν τάγμ[ασιν, καὶ τ]αῦτα ἀν[έθηκεν]· | |
ἔδω[κεν δὲ κ]αὶ τε[ῖ] βουλε[ῖ καθέσ]ιμον δραχμὰς v ΧΗΗ v καὶ τοῖς πρυ- | |
τάν[εσιν εἰς] θυσίαν Η· v ἀν[έθη]κεν δὲ καὶ στήλην ἐν τῶι τοῦ | |
Θησ[έως τε]μένει εἰς ἣν ἀν[έγρ]αψε τοὺς νικήσαντας, καὶ εἰς ταῦτα | |
15 | ἅπ[αντα] ἀπολογίζετα[ι ἀνη]λωκὼς ἐκ τῶν ἰδίων ὑπὲρ τὰς τρισ- |
χιλ[ί]ας [τ]ριακοσίας ἐνε[νή]κοντα δραχμάς· καὶ περὶ ἁπάντων | |
ὧν ὠικο[νό]μηκεν ἀπεν[ή]νοχεν λόγους εἰς τὸ μητρῶιον καὶ | |
πρὸς τοὺ[ς λ]ογιστὰς καὶ [τὰ]ς εὐθύνας ἔδωκεν· ὅπως οὖν καὶ | |
ἡ βουλὴ κα[ὶ] ὁ δῆμος μνημονεύοντες φαίνωνται τῶν εἰς | |
20 | ἑαυτοὺς φ[ι]λοτιμουμένων καὶ ἑτοίμως διδόντων εἰς τὰς |
ἐπιμελείας, v ἀγαθεῖ τύχει δεδόχ[θαι τ]εῖ βουλεῖ τοὺς λα- | |
χόντας προέδρους εἰς τ[ὴ]ν ἐπιοῦσ[αν ἐκκλ]ησίαν χρηματί- | |
σαι περὶ τούτων, γνώμην [δ]ὲ ξυμ[βάλλεσθ]αι τῆς βουλῆς | |
εἰς τὸν δῆμον ὅτι δοκεῖ τ[εῖ βο]υλ[εῖ, ἐπαινέσαι Μ]ιλτιάδην | |
25 | Ζωΐλου Μαραθών[ι]ον καὶ στε[φαν]ῶσαι αὐτὸν χρυσῶι στεφά- |
νωι κατὰ τὸν νόμ[ον] εὐνοίας ἕν[εκε]ν καὶ φιλ̣οτιμίας ἣν ἔχων | |
διατελεῖ περί τε τὴμ [β]ουλὴν καὶ [τὸν] δῆμον τὸν Ἀθηναίων· | |
δεδόσθαι δὲ αὐτῶι κ[αὶ] τόπον ἀν[α]θέσει τῆς ὁπλοθήκης ἐν τῆι | |
στοᾶι τοῦ Ῥωμαίου· ἀναγορεῦσαι δὲ τὸν στέφανον Διονυσίων | |
30 | τε τῶν ἐν ἄστει καινοῖς τραγωιδοῖς καὶ Παναθηναίων καὶ Ἐλευ- |
σινίων καὶ Πτολεμαίων τοῖς γυμνικοῖς ἀγῶσιν. ἀναγράψαι δὲ | |
τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν εἰς | |
στήλην ἐν ἧι καὶ οἱ νενικ[η]κότες. vacat | |
33a | vacat 0.055 |
34 | ἡ βου[λὴ] |
35 | ὁ δῆμο[ς] |
Μιλτιάδη[ν] | |
Ζωΐλου | |
Μαραθώνιο[ν]. | |
38a | vacat 0.08 |
39 | ἐπὶ Φαιδρίου ἄρχοντος οἵδε ἐνίκων τὸν ἀγῶνα [τῶν Θησεί]ων· |
col. I.40 | τοὺς σαλπικτάς· |
Καλλίστρατος Καλλιμάχου Ἀθηναῖος. | |
τοὺς κήρυκας· | |
Θεόδωρος Θεοδώρου [Ἀθηνα]ῖος. | |
τῶν ἐπιλέκτω[ν εὐ]αν[δ]ρίαι· | |
45 | φυλὴ ἐνίκα Ἀτταλὶς ταξια[ρχοῦντος] |
[Τι]μοκλέους τοῦ Τιμοκλέους Ἁ[γν]ουσίου. | |
τῶν ἐπιλέκτων εὐοπλ[ία]ι· | |
φυλὴ ἐνίκα Αἰγεΐς v ταξιαρχοῦ[ντ]ος | |
Ἀπολλοδότου τοῦ Ἡγίου Κολλ[υτέω]ς. | |
50 | τῶν ἐν τοῖς ἔθνεσιν ε[ὐανδρίαι]· |
τάγμα ἐνίκα τὸ Ἰσιδώρου. | |
εὐοπλίαι· τάγμα ἐνίκα τὸ Πύ[ρ]ρου. | |
τῶν ἱππέων εὐαν[δρί]αι· | |
φυλὴ ἐνίκα Λεωντὶς ἱ[ππ]αρχοῦντος | |
55 | Φειδύλλου τοῦ Ἱέρωνος Α[ἰθ]αλίδου. |
τῶν ἱππέων εὐοπλίαι· | |
φυλὴ ἐνίκα Αἰαντὶς ταραντιναρχούντω[ν] | |
Εὐθοίνου τοῦ Μοσχίωνος Μαραθωνίου | |
Πολυνίκου τοῦ Μοσχίωνος Μαραθωνίο[υ]. | |
60 | τῆι λαμπάδι τῶν παίδων |
ἐκ τῆς Ἀντιγένου παλαίστ[ρας]· | |
Ἀθηνόβιος Διονυσίου Λεωντίδος φυ[λῆς]. | |
τῆι λαμπάδι ἐκ τῶν ἔνων ἐ[φήβων]· | |
Εὐαρχίδης Ἀνδρέου Ἀντιοχ[ίδ]ος φυλ[ῆς]. | |
65 | τῆι λαμπάδι τῶν νε[ανίσ]κων ἐγ Λ[υκείου]· |
— — — ς Λύκου Ἱπποθων[τίδο]ς φυλῆς. | |
τῆι λαμπάδι τῶν [ἱππ]έων· | |
Ἐχέδημος Ἀρκέτου Παν[διο]νίδος φυλῆς. | |
παῖδας δόλιχον [τῆς] τρίτης ἡλικίας· | |
70 | Ἀρίστων Ξενοκράτου [Λ —]ντίδος φυλῆς. |
παῖδας ἐκ πά[ντων] δόλιχον· | |
Καλλιμέδων Φιλη[— — Ἀθη]ναῖος. | |
ἄνδρας [δόλιχον]· | |
[Χ]αρικλῆς Μεν[εκλέους — — —]. | |
75 | παῖδα[ς στάδιον τῆς πρώτης ἡλικίας]· |
Ἀπολλόδοτ[ος — — — — — ίδος φυ]λῆς. | |
[παῖδας στάδιον τῆς δευτέρας ἡλικί]α[ς]· | |
Διον[υσ — — — — — — — ίδος φυλῆς]. | |
[παῖδας στάδιον τῆς τρίτης ἡλικί]ας· | |
80 | [— — — — — — — — ίδος] φυλῆς. |
[παῖδας ἐκ πάντων στάδιον]· | |
— — — — — — — — — | |
[ἄνδρας στάδιον]· | |
— — — — — — — — — | |
85 | [παῖδας δίαυλον τῆς πρώτης ἡλικίας]· |
Α[— — — — — — ο]υ Ἀττα[λίδος φυλῆς]. | |
[παῖδας δίαυλον τῆς] δευτέρας [ἡλικίας]· | |
Πείσ[ων — — — Πανδιο]νίδος φυλῆς. | |
[π]α[ῖδας δίαυλον] τῆς τρίτης ἡλικ[ίας]· | |
90 | Δημήτριος [— — — Ἱ]πποθωντίδος φυ[λῆς]. |
παῖδα[ς ἐκ πάντ]ων δίαυλον· | |
Σιληνὸς Λύκ[ου Ἀθηνα]ῖος. | |
ἄνδρας δ[ίαυλο]ν· | |
Θεόφραστος Ἡρα[κλ]είτου Ἀθηναῖος. | |
95 | παῖδας πάλην τῆς πρώτης ἡ[λικίας]· |
Νίκανδρος Δημητρίου Ἐρεχθεῖδο[ς φυλῆς]. | |
vacat | |
col. II.40 | παῖδας πά[λην] τῆς δευτέρας ἡλικί[ας]· |
Σωκράτης Σωκρά[του Οἰ]νεῖδος φυλῆς. | |
παῖδα[ς ἐκ πά]ντων πάλην· | |
Εὐαρχίδης Ἀ[νδρ]έου Ἀθηναῖος. | |
ἄν[δρας] πάλην· | |
45 | Λύσω[ν ․․․․ κ]ράτου Ἀθηναῖος. |
[παῖδας π]υγμὴν τῆς πρώτης ἡλικίας· | |
Πο[․․c.7․․ Ἑ]ρμογένου Πτολεμαΐδος φυλ[ῆς]. | |
[παῖ]δας πυγμὴν τῆς δευτέρας ἡλικία[ς]· | |
Νικο․․․․ος Δημαινέτου Λεωντίδος φυλῆ[ς]. | |
50 | [παῖ]δας πυγμὴν τῆς τρίτης ἡλικία[ς]· |
Πολυ․․․ος Ὑβρίστου Ἱπποθ[ωντ]ίδος φυ[λῆς]. | |
[π]αῖδας ἐκ πάντων πυ[γμ]ήν· | |
Μν[ησί]θεος Μνησιθέου Ἀθηναῖος. | |
[ἄν]δρας πυγμήν· | |
55 | [— — — Κ]αλλιστράτου Ἀθηναῖος. |
[παῖδας παγ]κράτιον τῆς πρώτης ἡλικί[ας]· | |
[— — — — — κ]λείτου Πτολεμαΐδος φυλῆ[ς]. | |
[παῖδας παγ]κράτιον τῆς δευτέρας ἡλικί[ας]· | |
[— — — Ἀν]τιμάχου Αἰγεῖδος φυλῆς. | |
60 | [παῖδας παγκράτιον τ]ῆς τρίτης ἡλικία[ς]· |
— — ος Ἀριστω[νύ]μου Κεκροπίδος φυλῆ[ς]. | |
παῖδας ἐκ πάντ[ων] παγκράτιον· | |
[Ἀ]σώπων Κάλλωνος Ἀθηναῖος. | |
ἄνδρας παγκράτιον· | |
65 | Δημήτριος Ἀσκληπιοδώρου Ἀθηναῖος. |
ὁπλίτην· Ἀναξικράτης Ξενοκράτου Ἀθηναῖ[ος]. | |
ὁπλομαχῶν τῆς πρώτης ἡλικίας ἐν ἀσπιδίω[ι] | |
καὶ δόρατι· Φιλόξενος Ἱερωνύμου Ἀκαμαντίδος φυ[λῆς]. | |
ἐν θυρεῶι καὶ μαχαίραι τῆς πρώτης ἡλικίας· | |
70 | Θράσιππο[ς] Καλλίου Αἰγεῖδος φυλῆς. |
τῆς [δευτ]έρας ἡλικίας ἐν ἀσπιδίωι καὶ δόρα[τι]· | |
Δημοσθένης Θρασυμήδου Πτολεμαΐδος φ[υλῆς]. | |
ἐν θυρεῶι καὶ μα[χ]αίραι τῆς δευτέρας ἡ[λικίας]· | |
Σέλευκος Μαάρκου Αἰαντίδος φυλῆς. | |
75 | τῆς τρίτης ἡλικίας ἐν [ἀσπι]δίωι καὶ δ[όρατι]· |
Εὔδοξος Εὐδόξου Ἱπποθ[ωντίδο]ς [φυλ]ῆς. | |
ἀκοντίζων ἐκ τῶν ἐ[φή]βων· | |
Θεόφραστος Ἡρακλείτου Οἰνεῖδος φυλῆς. | |
ἵππωι λαμπρῶι· | |
80 | Φείδυλλος [Ἱέρωνο]ς Λεωντίδος φυλῆς. |
[ζε]ύγει ἐ[κβιβάζων· Ἐχέδημος Ἀ]ρκέτου Πανδιονίδος φυ[λῆς]. | |
[ἐκβάτης· ․․c.8․․․]ησα․․c.7․․λου Ῥαμνού[σιος]. | |
[δίαυλον(?)]· Ἐχέδημος Ἀρκέτου Πανδιονίδος φ[υλῆς]. | |
[ἀκάμ]πιον· Ἐχέδημος Ἀρκέτου Πανδιονίδος φυ[λῆς]. | |
85 | [ἵππ]ωι πολεμιστῆι δίαυλον ἐκ τῶν ἱππέων· |
— — ης Διοκλέους Κεκροπίδος φυλῆς. | |
δίαυλον ἐκ τῶν ἱππέων· | |
[Δι]ονύσιος Ἀγαθοκλέους Αἰαντίδος φυλῆ[ς]. | |
ἀκάμπιον ἐκ τῶν ἱππέων· | |
90 | Δεξιφῶν Καλλιφάν[ου Ο]ἰνεῖδος φυ[λῆς]. |
δίαυλον ἐκ [πάντων]· | |
Χαρῖν[ος Διο]κλέους Οἰνεῖδος φυλῆς. | |
[ἀ]κ[ά]μ̣πιον ἐκ πάντων· | |
Διονύσιος Ἀγαθοκλέους Αἰαντίδος φυλῆς. | |
95 | ἀφ’ ἵππου ἀκοντίζων· |
[Δ]ημήτριος Ὕλλου Ἐρεχθεῖδος φυλῆς. | |
vacat |