[ ]
Att. — non-stoich. — 161/0 — IG II² 956 Add. (pt. 1.2 p. 669)
| 1 | [Ἀντ]ίδημος Κλεϊπ[πίδου — — — — — εἶπεν· ἐπειδὴ] |
| [Νικ]ογένης Νίκωνο[ς Φιλαΐδης χειροτονηθεὶς] | |
| [ὑπὸ τ]οῦ δήμου Θησεί[ων ἀγωνοθέτης εἰς τὸν ἐνιαυ]- | |
| [τ]ὸν τὸν ἐπὶ Ἀριστόλα [ἄρχοντος τήν τε πομπὴν] | |
| 5 | [ἔπεμψεν ε]ὐσ[χ]ήμ[ον]α [καὶ τ]ὴν θυσ[ίαν συνετέλε]- |
| [σεν τῶι Θησεῖ κ]ατὰ [τὰ π]άτρια καὶ τῆς λαμπά[δος καὶ] | |
| [τοῦ γυμ]νικοῦ ἀγῶ[ν]ος ἐποιήσατο τὴν ἐπ[ιμέλειαν] | |
| [προ]ν[ο]ηθεὶς τοῦ μηθένα τῶν ἀγωνιζομένων [ἀδι]- | |
| [κήμ]α[τι] περιπεσεῖν· ἔθηκεν δὲ καὶ ἆθλα τοῖς ἀγω[νι]- | |
| 10 | [σαμέν]οις σπουδῆς οὐθὲν ἐλλείπων κατὰ τὰ ἐψηφισ- |
| [μέ]να [τ]ῶ[ι] δήμωι· παρεσκεύασεν δὲ καὶ ταῖς φυλαῖς | |
| [τ]αῖ[ς νι]κώσαις ἆθλα τῶν τε ἱππέων καὶ τῶν ἐπιλέ- | |
| [κτων], ὁμοίως δὲ καὶ τοῖς ἐκ τῶν ἐθνῶν τάγμασιν, καὶ | |
| [τα]ῦ[τ]α ἀνέθηκεν· ἔδωκεν δὲ καὶ τεῖ βουλεῖ καθέσιμον | |
| 15 | [δρ]αχμὰς v ΧΗΗ v καὶ τοῖς πρυτάνεσιν εἰς θυσίαν v Η· v |
| ἀνέθηκεν δὲ καὶ στήλην ἐν τῶι τοῦ θησέως τεμέ- | |
| νει εἰς ἣν ἀνέγραψε τοὺς νικήσαντας, καὶ εἰς ταῦ- | |
| τα πάντα ἀπολογίζεται ἀνηλωκὼς ἐκ τῶν ἰδίων | |
| ὑπὲρ τὰς δισχιλίας ἑξακοσίας ἐνενήκοντα δραχμάς· | |
| 20 | καὶ περὶ ἁπάντων ὧν ὠικονόμηκεν ἀπενήνοχεν λό- |
| γους εἰς τὸ μητρῶιον καὶ πρὸς τοὺς λογιστὰς καὶ τὰς | |
| εὐθύνας ἔδωκεν· ὅπως οὖν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος | |
| μνημονεύοντες φαίνωνται τῶν εἰς ἑαυτοὺς φιλοτι- | |
| μουμένων καὶ ἑτοίμως διδόντων εἰ〚ι〛ς {²⁶εἰς}²⁶ τὰς ἐπιμελείας, | |
| 25 | ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προ- |
| [έ]δρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι | |
| [π]ερὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς | |
| [ε]ἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ, ἐπαινέσαι | |
| [Νικογ]ένην Νίκωνος Φιλαΐδην καὶ στεφανῶσαι αὐτὸν | |
| 30 | [χρυσῶ]ι στεφάνωι κατὰ τὸν νόμον εὐνοίας ἕνε- |
| [κεν καὶ] φιλοτιμίας ἣν ἔχων διατελεῖ περί τε τὴν | |
| [βουλ]ὴ[ν] καὶ τὸν δῆμον τὸν Ἀθηναίων· ἀναγορεῦσ[αι] | |
| [δὲ τὸν] στέφανον Διονυσίων τε τῶν ἐν ἄστει καινο[ῖς] | |
| [τ]ρ[αγωιδ]ο[ῖ]ς καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ Πτολε- | |
| 35 | [μαίων το]ῖς γυμνικοῖς ἀγῶσιν· ἀναγ[ράψ]αι δὲ τόδε τὸ ψή- |
| [φισμα τὸν γ]ραμματέα τὸν κατὰ πρυτανείαν εἰς στήλην | |
| [ἐν ἧι καὶ ο]ἱ νενικηκότες. vacat | |
| 37a | vacat 0.065 |
| 38 | ἡ βουλὴ |
| ὁ δῆμος | |
| 40 | Νικογένην |
| Νίκωνος | |
| Φιλαΐδην | |
| col. I.43 | [ἐπὶ Ἀριστόλα ἄρ]χοντος οἵδε ἐνίκων τὸν ἀγῶνα Θησείων· |
| [τοὺς σ]αλπ[ι]κτάς· | |
| 45 | [Ἄ]ρι[στος] Ἀριστοκράτου Ἀθηναῖος. |
| τοὺ[ς κήρυκ]ας· | |
| Θεόδωρ[ος Π]οσειδων[ί]ου Ἀθηναῖος. | |
| τῶν ἐπι[λέκ]των εὐανδρίαι· | |
| φυλὴ ἐνί[κ]α Ἀτ[τ]αλὶς [τ]αξιαρχοῦντος | |
| 50 | Ἀργείου [τ]οῦ Ἀσκλάπωνος Ἀτηνέως. |
| τεῖ [εὐοπλίαι· φυλὴ ἐνί]κα Κεκροπὶς | |
| ταξ[ιαρχο]ῦντ[ο]ς Ἀν[τιδ]ώρου [τ]οῦ Ἀρείου | |
| ․․c.7․․ως. τῶ[ν ἐν] τοῖ[ς] ἔθνεσιν | |
| [ε]ὐ[ανδρίαι· τάγ]μα ἐνίκ[α] τὸ Ὁμίλου. | |
| 55 | [τ]ε[ῖ εὐοπλίαι· τάγμα] ἐνίκ[α] τὸ Δημέου. |
| [τῶ]ν [ἱππέων εὐανδρίαι· φυ]λὴ ἐν[ίκα] Αἰγεῒς | |
| [φυλαρχοῦντος Ἀρατίω]νος τοῦ Σίμου | |
| [ἐγ Μυρρινούττη]ς. τεῖ εὐοπλίαι· | |
| [φυλὴ ἐνίκα Α]ἰγε[ῒς] φυλαρχοῦντος | |
| 60 | [Ἀρατίωνος τ]οῦ Σ[ίμ]ου ἐγ Μυρρινούττης. |
| τῆ[ι λαμπά]δι τοὺς παῖδας ἐκ τῆς | |
| [Τι]μ[έου παλ]αίσ[τρ]ας ἐνίκα λαμπαδαρχῶν | |
| [Νικογένης] Νίκωνος Αἰγεῖδος φυλῆς. | |
| [τῆι λαμπά]δι τοὺς ἐφήβους οἱ ἐξ ἐφήβων | |
| 65 | [— — — λ]αμπαδαρχοῦντος |
| [Ἀπολλ]ωνίο[υ το]ῦ Εὐκταίου Ἀκαμαντίδος | |
| [φυλῆς. τῶν νεαν]ίσκων οἱ ἐγ Λυκείου | |
| [λαμπαδαρχοῦντ]ος Καιρίου τοῦ | |
| [Τέλωνος — — ντίδ]ος φυλῆς. | |
| 70 | [π]α[ῖδας δόλιχ]ον τῆς τρίτης ἡλικίας· |
| — — — — — οδώρου [Ἀκ]αμαντίδος φυλῆς. | |
| [παῖδας ἐκ] π[ά]ντων δόλιχον· | |
| [— — — Δ]ρ[ο]μέου Ἀθηναῖος. | |
| [ἄνδρας] δ[ό]λιχον· | |
| 75 | [— — — ος Ἀ]ρχεστράτου Ἀθηναῖος. |
| [παῖδας] στάδιον τῆς πρώτης ἡλικίας· | |
| — — — Δημάρχου Αἰγεῖδος φυλῆς. | |
| [παῖδας στ]άδιον τῆς δευτέρας ἡλικίας· | |
| [Μελέτων Σ]τ[ρ]ο[μβ]υλίωνος Αἰγεῖδος φυλῆς. | |
| 80 | παῖ〚ι〛δας {²⁶παῖδας}²⁶ [σ]τάδ[ιον τῆ]ς τρίτης ἡλικίας· |
| [Ἀ]σκλη[πι]άδης [Ἀρισ]τοβούλου Αἰαντίδος φυλῆς. | |
| παῖδας ἐκ πάντων στάδιον· | |
| [Κ]αίριος Τέλωνος Ἀθηναῖος. ἄνδρας στάδιον· | |
| [Αἰ]σχρίων Δημητρίου Ἀθηναῖος. | |
| 85 | [π]αῖδας δίαυλον τῆς πρώτης ἡλικίας· |
| [Ἀπ]ολλώνιος Ἐθελάνδρου Οἰνεῖδος φυλῆς. | |
| vacat 0.13 | |
| col. II.44 | παῖδας δίαυλον τῆς δευτέρας ἡλικίας· |
| 45 | Μελέτων Στρομβυλίωνος Αἰγεῖδος φυλῆς. |
| παῖδας δίαυλον τῆς τρίτης ἡλικίας· | |
| Ἀλέξων Ἀπολλοφάνου Πανδιονίδος φυλ[ῆς]. | |
| παῖδας ἐκ πάν[τ]ων δίαυλον· Καίριος | |
| Τέλωνος Ἀθηναῖος. ἄνδρας δίαυλον· | |
| 50 | Ἀλέξανδρος Σά̣μ[ο]υ Ἀθηναῖος. |
| παῖδας πάλην τῆ[ς π]ρώτης ἡλικία[ς]· | |
| Νίκων Νικογένου Αἰγεῖδος φυλῆς. | |
| παῖδας πάλην τῆς δευτέρας ἡλικία[ς]· | |
| Μελέτων Στρομβυλίωνος Αἰγεῖδος φυλ[ῆς]. | |
| 55 | παῖδας πάλην τῆς τρίτης ἡλικίας· |
| Ἀπολλώνιος Ἀπολλωνίου Αἰγεῖδος φυλ[ῆς]. | |
| παῖδας ἐκ πάντων πάλην· | |
| Ἡραγόρας Διονυσοδώρου Ἀθην[αῖος]. | |
| ἄνδρας πάλην· Εὔδημος Σωκ[ράτους Ἀθη]- | |
| 60 | ναῖος. παῖδας πυγμὴν τῆς πρώ[της ἡλικίας]· |
| Εὐφρέας Εὐφρέου Ἀκαμαντίδο[ς φυλῆς]. | |
| παῖδας πυγμὴν τῆς δευτέρας ἡλ[ικίας]· | |
| Παυσανίας Παυσανίου Οἰνεῖδος φυ[λῆς]. | |
| παῖδας πυγμὴν τῆς τρίτης ἡλικί[ας]· | |
| 65 | Ἡρ̣ακῶν Πείθωνος Ἱπποθωντίδος φυ[λῆς]. |
| παῖδας ἐκ πάντων πυγμήν· Δωρό[θεος] | |
| Χαρμίδου Ἀθηναῖος. ἄνδρας πυγ[μήν]· | |
| Σωσικράτης Δημονόμου Ἀθηνα[ῖος]. | |
| παῖδας παγκράτιον τῆς πρώτη[ς ἡλικίας]· | |
| 70 | Φιλέας Φιλέου Ἀκαμαντίδος φυλ[ῆς]. |
| παῖδας παγκράτιον τῆς δευτέρα[ς] ἡλι[κίας]· | |
| Ἅβρων Καλλίου [Α]ἰγ[ε]ῖδος φυλῆς. παῖδας | |
| παγκράτιον τῆς τρίτης ἡλικίας· | |
| Ἀπολλώνιος Ἀπ{π}ολλωνίου {²⁶Ἀπολλωνίου}²⁶ Ἀτταλίδος φυλῆ[ς]. | |
| 75 | παῖδας ἐκ πάντων παγκράτιον· Σάμος Σάμο[υ] |
| Ἀθηναῖος. ἄνδρας παγκράτιον· Θε̣ο̣δ̣ωρίδ[ης] | |
| Παυσανίου Ἀθηναῖος. ὁπλίτην· Νικόδημο[ς] | |
| Πυθοδώρου Ἀθηναῖος. ἐν ὅπλοις δίαυλο[ν] | |
| ἐκ τῶν φυλάρχων· Ἀρατίων Σίμου Αἰγεῖ[δος] | |
| 80 | φυλῆς. δίαυλον ἐκ τῶν φυλάρχων· Ἀρατίων Σ[ίμου] |
| Αἰγεῖδος φυλῆς. ἀκάμπιον ἐκ τῶν φυλ[άρχων]· | |
| Ἀρατίων Σίμου Αἰγεῖδος φυλῆς. ἵππω[ι πολε]- | |
| μιστῆι δίαυλο[ν] ἐκ τῶν ἱππέων· Ἀρ — — — | |
| της Ἀντιμάχου Οἰνεῖδος φυλῆς. δίαυλο[ν ἐκ τῶν] | |
| 85 | ἱππέων· Νικόδωρος Νικησίου Λεωντίδ[ος φυλῆς]. |
| ἀκάμπιον ἐκ τῶν ἱππέων· Νικόδωρος Ν[ικησίου] | |
| Λεωντίδος φυλῆς. ἵππωι λαμπρῶι· Λύανδρ[ος] | |
| Νικογένου Αἰγεῖδος φυλῆς. δίαυλον ἐκ πάντ[ων]· | |
| Φιλοκράτης Ἡδύλου Οἰνεῖδος φυλῆς. ἀκάμπιον ἐ[κ πάν]- | |
| 90 | των· Δέξανδρος Φιλίνου Ἀντιοχίδος φυλῆς. ἀφ’ ἵ[π]- |
| [που ἀκ]ο[ντίζων· — — —] Δημητρ[ίου Ἱππο]θω[ντίδος φυλῆς]. | |
| vacat 0.09 |