[ ]
Lakonike — Gerenia
1 | [ἐπ]ειδὴ παραγεν̣[όμε]νοι δικαστα[ὶ] παρ[ὰ τᾶς πό]- |
[λι]ος τῶν Ἱππολ[α]ίων Νι̣κάνδριππος [Νι]κα[ν․․․․], | |
[Ξεν]οκ̣λ̣[εί]δ̣α̣[ς Νι]κ̣οσθ̣έ̣[νο]υ̣[ς, Φίλων] Δ̣α̣[— — —] | |
[εἰς π]ό̣λ̣ι̣ν̣ τ[ὰ]ν Γερην̣[ῶ]ν ἀνεστράφεν ἀξ[ίως] | |
5 | [τᾶς τ]ε̣ π̣όλ[ιο]ς [τᾶς ἀ]π̣οσ[τειλ]άσας καὶ αὑτῶ[ν] |
[καὶ κατὰ π]ᾶ̣ν [ἀκο]λ[ο]ύ̣θ̣[ω]ς τοῖς νόμοις, ὅσαι | |
[μὲν ἦσαν δ]ίκαι ὑπο̣τ̣[ίμ]η̣[τ]αι, τάσδε̣ καὶ διέλ{ο}υσα[ν] {²⁶διέλυσαν}²⁶, | |
[ὅσας] δ̣<ὲ> [βα]ρ̣είας ἀνέλαβον, ἔκριναν καθὼς | |
[ἐνδ]ε̣χόμ̣ενον ἦν [βέ]λτιστα, ἔδοξε τᾶι πό- | |
10 | [λ]ει τῶν Γερηνῶν· προξένους εἶμεν καὶ εὐερ- |
[γ]έτας τᾶς πόλεως τῶγ Γερηνῶν Νικάνδριπ̣- | |
[π]ο̣ν Ξενοκλείδ̣αν Φίλωνα Ἱππολαίους καὶ | |
[ὑ]πάρχειν αὐτοῖς ἀτέλειαν καὶ εἰσαγόντοις̣ | |
[κα]ὶ ἐξαγόντοις καὶ ἀσυλίαν καὶ ἐπινομίαν | |
15 | [κ]αὶ γᾶς ἔνκτησιν καὶ οἰκίας καὶ τὰ λοιπὰ τί- |
μια ὅσα καὶ τοῖς ἄλλοις προξένοις, αὐτοῖς τε | |
καὶ ἐκγόνοις· ἀναγράψαι δ̣ὲ τοὺς ἐφόρους τοὺς̣ | |
π̣ερὶ Φιλωνίδαν τὰν προξενίαν εἰς τὸ ἱερὸν τοῦ | |
Μαχάονος· γράψαι δὲ καὶ ἀντίγραφον τᾶς προ- | |
20 | [ξ]ενίας καὶ ἀποστεῖλαι γράμματα ποτὶ τὰ[ν] |
[π]όλιν τῶν Ἱππολαίων καὶ τοὺς ἐφόρ<ο>υς, ὅπω̣[ς] | |
[ἀ]ναγραφῆι εἰς τὸ ἱερὸν τοῦ Ποσιδᾶνος τοῦ [ἐ]- | |
[π]ὶ ἄκρωι. |