[ ]
Lakonike — Kardamyle — Roman period
1 | [διά τε τὴν κατὰ πάντ]α̣ καλώνυμον εὐσέβειαν τὸν ἡμεῖν ὀ̣[νο]- |
[μαστότατον γενόμε]νον διά τε μεγαλοψυχίαν, ἣν εἶχεν καὶ δια̣- | |
[τελεῖ ἔχων εἰς ἡμᾶς], ἔδοξε τῷ δήμῳ καὶ τῇ πόλει καὶ τοῖς ἐφό%⁸¹- | |
[ροις· ὑπὲρ μὲν τῆς εὐερ]γεσίας Ποσείδιππον Ἀττάλου ἐπαινέσαι | |
5 | [καὶ στεφανῶσαι ἀμοι]βῆς χάριν τῆς τῶν ἀγαθῶν· δοῦναι δὲ vacat |
[αὐτῷ καὶ σώματος θερ]α̣πείαν καὶ σείτησιν ἐν ταῖς παρ’ ἡμεῖν ἐ- | |
[πιτελεσθησομέναις] ἑορταῖς καὶ πᾶσαν ἀνδρὶ καλῷ καὶ ἀγαθῷ | |
[πρέπουσαν δόσιν ἐπιφα]νοῦς ἀντὶ πολλῶν ὧν παρέσχετο φιλαν- | |
[θρώπων πρὸς ἅπαν]τας χάριτος, δεῖγμα δὲ τῆς ἑαυτῶν πρὸς τὸ[ν] | |
10 | [εὐεργετεῖν μέλλοντα εὐ]χαριστίας εἰς προ<σ>τροπὴν τοῖς ἄλλοις, ἵνα̣ |
[καὶ αὐτοὶ παρ’ ἡμῶ]ν τῶν αὐτῶν τυνχάνωσι τειμῶν· vacat | |
[ἀναγράψαι δὲ τὸ ψήφισ]μα ἐν στήλῃ λιθίνῃ ἐν τῷ ἐπιφανεστά̣- | |
[τῳ τόπῳ τῆς ἀγορᾶς, τὴν] ἔξοδον τῶν ἐφόρων εἰς τὴν κατα̣- | |
[σκευὴν τῆς στήλης ποιησ]ομένων, ἵν’ οἱ μὲν εὐεργετοῦντες χά%⁸¹- | |
15 | [ριν αὑτοῖς παρασκεύα]ζωνται, οἱ δὲ εὐεργετούμενοι τειμὰς |
[καταξίας ἀποδιδόντες δ]ό̣ξαν ἔχωσι παρὰ πᾶσιν ἀνθρώποις διὰ | |
[ταύτην οὐδέποτε τῶν φιλοδοξ]ε̣ῖν ἐθελόντων ὑστερήσοντες. vacat | |
[— — — — — — — — — — — — — —], Πρατόνεικος Ἀγίππου, Περιγένης Φιλογε- | |
[νους εἶπον. vac.] ἔδοξε. | |
20 | Μᾶρκος |
[— —]ονιος ἐποίει. |