[ ] Lakonike — Kardamyle — Roman period
1 [διά τε τὴν κατὰ πάντ]α̣ καλώνυμον εὐσέβειαν τὸν ἡμεῖν ὀ̣[νο]-
[μαστότατον γενόμε]νον διά τε μεγαλοψυχίαν, ἣν εἶχεν καὶ δια̣-
[τελεῖ ἔχων εἰς ἡμᾶς], ἔδοξε τῷ δήμῳ καὶ τῇ πόλει καὶ τοῖς ἐφό%⁸¹-
[ροις· ὑπὲρ μὲν τῆς εὐερ]γεσίας Ποσείδιππον Ἀττάλου ἐπαινέσαι
5 [καὶ στεφανῶσαι ἀμοι]βῆς χάριν τῆς τῶν ἀγαθῶν· δοῦναι δὲ vacat
[αὐτῷ καὶ σώματος θερ]α̣πείαν καὶ σείτησιν ἐν ταῖς παρ’ ἡμεῖν ἐ-
[πιτελεσθησομέναις] ἑορταῖς καὶ πᾶσαν ἀνδρὶ καλῷ καὶ ἀγαθῷ
[πρέπουσαν δόσιν ἐπιφα]νοῦς ἀντὶ πολλῶν ὧν παρέσχετο φιλαν-
[θρώπων πρὸς ἅπαν]τας χάριτος, δεῖγμα δὲ τῆς ἑαυτῶν πρὸς τὸ[ν]
10 [εὐεργετεῖν μέλλοντα εὐ]χαριστίας εἰς προ<σ>τροπὴν τοῖς ἄλλοις, ἵνα̣
[καὶ αὐτοὶ παρ’ ἡμῶ]ν τῶν αὐτῶν τυνχάνωσι τειμῶν· vacat
[ἀναγράψαι δὲ τὸ ψήφισ]μα ἐν στήλῃ λιθίνῃ ἐν τῷ ἐπιφανεστά̣-
[τῳ τόπῳ τῆς ἀγορᾶς, τὴν] ἔξοδον τῶν ἐφόρων εἰς τὴν κατα̣-
[σκευὴν τῆς στήλης ποιησ]ομένων, ἵν’ οἱ μὲν εὐεργετοῦντες χά%⁸¹-
15 [ριν αὑτοῖς παρασκεύα]ζωνται, οἱ δὲ εὐεργετούμενοι τειμὰς
[καταξίας ἀποδιδόντες δ]ό̣ξαν ἔχωσι παρὰ πᾶσιν ἀνθρώποις διὰ
[ταύτην οὐδέποτε τῶν φιλοδοξ]ε̣ῖν ἐθελόντων ὑστερήσοντες. vacat
[— — — — — — — — — — — — — —], Πρατόνεικος Ἀγίππου, Περιγένης Φιλογε-
[νους εἶπον. vac.]               ἔδοξε.
20                                                       Μᾶρκος
                          [— —]ονιος ἐποίει.
Search Help
Contact Us