[ ]
Mys. — Pergamon(?); later Firenze — 200-209 AD — MDAI(A) 27.1902.182 cf.; IGR 4.468
1 | ὑπὲρ σωτηρίας καὶ νείκης καὶ αἰωνίας διαμονῆς |
τῶν κυρίων Αὐτοκρατόρων Λουκίου Σεπτιμίου | |
Σευήρου Εὐσεβοῦς Περτίν[α]κος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνι- | |
κοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου | |
5 | Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ |
Λουκίου Σεπτιμίου 〚Γέτα〛 Καίσαρος καὶ Ἰουλίας Σεβαστῆς | |
μητρὸς στρατοπέδων καὶ τοῦ σύνπαντος αὐτῶν οἴκου καὶ | |
ἱερᾶς συνόδου Λ. Σεπτίμιος Τρύφων καὶ ὡς | |
χρηματίζω, Ἀλεξανδρεὺς φιλόσοφος, γενόμενος ἱερεὺς | |
10 | κατὰ τὸ ἐξῆς δὶς καὶ ἀρχιερεὺς τοῦ καθηγεμόνος Διονύσου διὰ |
βίου, ἔτι τε καὶ τειμηθεὶς ἀρχιερεὺς Μάρκου Αὐρηλίου Ἀντωνίνου | |
Σεβαστοῦ τοῦ νέου Διονύσου διὰ βίου καὶ ὑποσχόμενος αὐθαί- | |
ρετος καὶ ταύτην τὴν ἀρχιερωσύνην διὰ βίου ἐπιτελεῖν, | |
τὸν Διόνυσον ἀνακοσμήσας ἐκ τῶν ἰδίων πρῶτος, | |
15 | λογιστεύοντος Μ. Οὐολυσσίου Περικλέους, |
ἐπανγειλάμενος τὸν Διόνυσον ἀνακρσμῆσαι ἐπὶ ἄρχοντος | |
Βεντιδίου Σώτ[α], πυθαύλου περιοδονείκου παραδόξου, | |
καὶ γραμματέ[ω]ς Αἰλίου Ἀγαθημέρου, κιθαρῳδοῦ παραδό- | |
ξου, καὶ νομοδίκτου Αὔλου Οἰνέ[ω]ς, τραγῳδοῦ παραδόξου, | |
20 | ἐτελείωσα δὲ, ὡς ἐπηνγειλάμην, τόν Διόνυσον ἐπὶ ἄρ- |
χοντος Αὐρ. Ἀγχαρήνου Φαίδρου, Ἐφεσίου, κομῳδοῦ | |
περιοδονείκου, Καπετωλιον[ε]ίκου παραδόξου καὶ γραμματέ[ω]ς | |
Μενεκρ[ά]τους Ἀσσυρίου Συλλέ[ω]ς, κομῳδοῦ περίοδονείκου | |
παραδόξου, καὶ νομοδίκτου Τιβ. Κλαυδ. Ἀλεξάνδρου, Λαδικέ- | |
25 | ως, τραγῳδοῦ καὶ ποιητοῦ παραδόξου. |