[ ]
Mys. — Pergamon(?); later Firenze — 200-209 AD — MDAI(A) 27.1902.182 cf.; IGR 4.468
| 1 | ὑπὲρ σωτηρίας καὶ νείκης καὶ αἰωνίας διαμονῆς |
| τῶν κυρίων Αὐτοκρατόρων Λουκίου Σεπτιμίου | |
| Σευήρου Εὐσεβοῦς Περτίν[α]κος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνι- | |
| κοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου | |
| 5 | Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ |
| Λουκίου Σεπτιμίου 〚Γέτα〛 Καίσαρος καὶ Ἰουλίας Σεβαστῆς | |
| μητρὸς στρατοπέδων καὶ τοῦ σύνπαντος αὐτῶν οἴκου καὶ | |
| ἱερᾶς συνόδου Λ. Σεπτίμιος Τρύφων καὶ ὡς | |
| χρηματίζω, Ἀλεξανδρεὺς φιλόσοφος, γενόμενος ἱερεὺς | |
| 10 | κατὰ τὸ ἐξῆς δὶς καὶ ἀρχιερεὺς τοῦ καθηγεμόνος Διονύσου διὰ |
| βίου, ἔτι τε καὶ τειμηθεὶς ἀρχιερεὺς Μάρκου Αὐρηλίου Ἀντωνίνου | |
| Σεβαστοῦ τοῦ νέου Διονύσου διὰ βίου καὶ ὑποσχόμενος αὐθαί- | |
| ρετος καὶ ταύτην τὴν ἀρχιερωσύνην διὰ βίου ἐπιτελεῖν, | |
| τὸν Διόνυσον ἀνακοσμήσας ἐκ τῶν ἰδίων πρῶτος, | |
| 15 | λογιστεύοντος Μ. Οὐολυσσίου Περικλέους, |
| ἐπανγειλάμενος τὸν Διόνυσον ἀνακρσμῆσαι ἐπὶ ἄρχοντος | |
| Βεντιδίου Σώτ[α], πυθαύλου περιοδονείκου παραδόξου, | |
| καὶ γραμματέ[ω]ς Αἰλίου Ἀγαθημέρου, κιθαρῳδοῦ παραδό- | |
| ξου, καὶ νομοδίκτου Αὔλου Οἰνέ[ω]ς, τραγῳδοῦ παραδόξου, | |
| 20 | ἐτελείωσα δὲ, ὡς ἐπηνγειλάμην, τόν Διόνυσον ἐπὶ ἄρ- |
| χοντος Αὐρ. Ἀγχαρήνου Φαίδρου, Ἐφεσίου, κομῳδοῦ | |
| περιοδονείκου, Καπετωλιον[ε]ίκου παραδόξου καὶ γραμματέ[ω]ς | |
| Μενεκρ[ά]τους Ἀσσυρίου Συλλέ[ω]ς, κομῳδοῦ περίοδονείκου | |
| παραδόξου, καὶ νομοδίκτου Τιβ. Κλαυδ. Ἀλεξάνδρου, Λαδικέ- | |
| 25 | ως, τραγῳδοῦ καὶ ποιητοῦ παραδόξου. |