[ ]
Mys. — Pergamon — bef. 149/150 AD? — IvP II, p. 246, 333 comm.; IGR 4.503
| 1 | ἀκακία δὲ ἐπιχρηματισμὸς ͵αψκϛʹ |
| ἰδία δὴ διὰ τὸ ὕδωρ ͵αψκϛʹ | |
| θέσει εἷσ’ ἀπ<ὸ> αἰῶνος ͵αψκϛʹ | |
| καὶ λάβρον ἅμα εἷσ’ ἐν κόσμῳ. ͵αψκϛʹ | |
| 5 | ἐπ’ ἀγαθὰ τοῖς τεχνίταις ͵βρνϛʹ |
| τὴν διατριβὴν ἐποίησε Νείκων ͵βρνϛʹ | |
| ἐνπείροις ἀῒ τῆς μνήμης χάριν. ͵βρνϛʹ | |
| θεῖα καθόλου, φύσεως ἅμα ἡδεί|ας ͵γʹ | |
| ἀεὶ ὁ κῶνος, ἡ σφαῖρα, ὁ κύλινδρος. ͵γʹ | |
| 10 | εἰ κύλινδρος περιλαμβάνοι | ἀμφότερα |
| θίγμα ἡδείᾳ ἐπαφῇ, ͵γʹ | |
| ἔσται σφαίρας ἄνοιγμα ἡ διά|μετρος | |
| ἴση πᾶσιν ͵γʹ | |
| ἐνκυκλίοις διαμέτροις, ἀλλὰ | |
| 15 | ἰδίᾳ δὴ καὶ ὕψεσι. ͵γʹ |
| ἅμιλλα ὁ λόγος καὶ ἐν στερεῷ | |
| ἐστὶ προκοπὴ αβγ· ͵γʹ | |
| γεννικὴ θεία τις ἐξίσωσις, | |
| ἀλλὰ καὶ συμπαθία ͵γʹ | |
| 20 | τῶν στερεῶν ἀῒ λόγος αβγ. ͵γʹ |
| καλὰ δὲ καὶ θαυμάσια εἴη ἂν | στερεὰ | |
| τρία σχήματα· ͵γʹ | |
| ἀϊδίη γὰρ λόγον ἴσον ποιέει καὶ | |
| στερεοῖς καὶ ὅλαις ἐπιφανίαις | ͵γʹ | |
| 25 | ὁ κύβος καὶ εἰ ἐναρμόζοι | κύλινδρος, |
| ἀλλὰ ἰδίᾳ καὶ θεία σφαῖρα, ͵γʹ | |
| ἅπασιν ἥγημα, κύβος μὲν μβ, | |
| κύλινδρος δὲ λγ, σφαῖρα | δὲ κβ. ͵γʹ | |
| ἰδία τοιόσδε τούτων εἴη | λόγος ͵γʹ | |
| 30 | θεῖος καὶ ἐν στερεῷ ἅμα | καὶ ἐν τῇ |
| ὅλῃ δ’ ἐπιφανείᾳ. ͵γʹ | |
| γένος τι καὶ ἄλλο ἥδειον | |
| οὐδὲν ἐν βίῳ ἐθαύμασα ͵γʹ | |
| ὡς κόσμου ἅμα ἐπιδρομῇ | |
| 35 | ἄλεκτον ἀϊκεινησίαν ͵γʹ |
| καὶ τοῦ ἡλίου ἀναβάσει ἡδεῖαν | |
| ἀϊδίη ὑπεναντίαν κείνησιν, ͵γʹ | |
| καὶ ἅμα δὴ φῶς ἀγαθὸν πάν|των ͵γʹ | |
| πάγιον τροφῇ {ς} ἅπασι | καὶ ζῴοις | |
| 40 | καὶ γενήμασιν. ͵γʹ |
| Μ<ο>υσῶν ἄρξει γεωμε|τρία. ͵γʹ |