[ ] Mys. — Pergamon — bef. 149/150 AD? — IvP II, p. 246, 333 comm.; IGR 4.503
1 ἀκακία δὲ ἐπιχρηματισμὸς             ͵αψκϛʹ
ἰδία δὴ διὰ τὸ ὕδωρ                  ͵αψκϛʹ
θέσει εἷσ’ ἀπ<ὸ> αἰῶνος              ͵αψκϛʹ
καὶ λάβρον ἅμα εἷσ’ ἐν κόσμῳ.        ͵αψκϛʹ
5 ἐπ’ ἀγαθὰ τοῖς τεχνίταις             ͵βρνϛʹ
τὴν διατριβὴν ἐποίησε Νείκων         ͵βρνϛʹ
ἐνπείροις ἀῒ τῆς μνήμης χάριν.       ͵βρνϛʹ
θεῖα καθόλου, φύσεως ἅμα ἡδεί|ας     ͵γʹ
ἀεὶ ὁ κῶνος, ἡ σφαῖρα, ὁ κύλινδρος.  ͵γʹ
10 εἰ κύλινδρος περιλαμβάνοι | ἀμφότερα
θίγμα ἡδείᾳ ἐπαφῇ,                   ͵γʹ
ἔσται σφαίρας ἄνοιγμα ἡ διά|μετρος
ἴση πᾶσιν                            ͵γʹ
ἐνκυκλίοις διαμέτροις, ἀλλὰ
15 ἰδίᾳ δὴ καὶ ὕψεσι.                   ͵γʹ
ἅμιλλα ὁ λόγος καὶ ἐν στερεῷ
ἐστὶ προκοπὴ αβγ·                    ͵γʹ
γεννικὴ θεία τις ἐξίσωσις,
ἀλλὰ καὶ συμπαθία                    ͵γʹ
20 τῶν στερεῶν ἀῒ λόγος αβγ.            ͵γʹ
καλὰ δὲ καὶ θαυμάσια εἴη ἂν | στερεὰ
τρία σχήματα·                        ͵γʹ
ἀϊδίη γὰρ λόγον ἴσον ποιέει καὶ
στερεοῖς καὶ ὅλαις ἐπιφανίαις |      ͵γʹ
25 ὁ κύβος καὶ εἰ ἐναρμόζοι | κύλινδρος,
ἀλλὰ ἰδίᾳ καὶ θεία σφαῖρα,           ͵γʹ
ἅπασιν ἥγημα, κύβος μὲν μβ,
κύλινδρος δὲ λγ, σφαῖρα | δὲ κβ.     ͵γʹ
ἰδία τοιόσδε τούτων εἴη | λόγος      ͵γʹ
30 θεῖος καὶ ἐν στερεῷ ἅμα | καὶ ἐν τῇ
ὅλῃ δ’ ἐπιφανείᾳ.                    ͵γʹ
γένος τι καὶ ἄλλο ἥδειον
οὐδὲν ἐν βίῳ ἐθαύμασα                ͵γʹ
ὡς κόσμου ἅμα ἐπιδρομῇ
35 ἄλεκτον ἀϊκεινησίαν                  ͵γʹ
καὶ τοῦ ἡλίου ἀναβάσει ἡδεῖαν
ἀϊδίη ὑπεναντίαν κείνησιν,           ͵γʹ
καὶ ἅμα δὴ φῶς ἀγαθὸν πάν|των        ͵γʹ
πάγιον τροφῇ {ς} ἅπασι | καὶ ζῴοις
40 καὶ γενήμασιν.                       ͵γʹ
Μ<ο>υσῶν ἄρξει γεωμε|τρία.          ͵γʹ
Search Help
Contact Us