[ ] Mys. — Pergamon — ca.166-215 AD — IvP II, p. 239, 324 comm.; IGR 4.360; Merk.-Staub. 06/02/01
1 [— — — — — — — — — — — — — — — — — —]λα[—]
[— — — — — — — — — — — — — — — Κ]λα̣ύδιος
[— — — — — — — — — — — — —] καὶ Κλαύδιος
[— — — — — — — — ἐπιμελ(?)]ηθέντες καὶ ἐμβα-
5 [— — — — — — — — — — τ]ὸν ὑπογεγραμμένον
[— — — — — βουλ(?)]αῖον χρησμὸν
[τὸ]ν χρησμὸν ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι
τῆς μητροπόλεως τῆς Ἀσίας καὶ δὶς νεωκόρου πρώ-
της Περγαμηνῶν πόλεως ἐν στήλαις ἀναγ̣ράψαντας ἐπί
10 τε τῆς ἀγορᾶς καὶ τῶν ἱερῶν ἀναστῆσαι.
10a               {²vacat}²
11 Τηλεφίδαις, οἳ Ζηνὶ πλέον Κρονίδηι βασιλῆϊ
ἐξ ἄλλων τιεσκόμενοι Τευθραντίδα γαῖαν
ναίουσιν καὶ Ζηνὸς ἐρισμαράγοιο γενέθληι
ἠμὲν Ἀθηναίηι πολεμηδόκωι ἀτρυτώνηι
15 ἠδὲ Δι<ω>νύσωι λαθικηδέι φυσιζώιωι
ἠδὲ καὶ εἰητῆρι νόσ<ω>ν παιήονι λυγρῶν·
οἷσι πάρ’ Οὐρανοῦ υἷες ἐθηήσαντο Κάβειροι
πρῶτοι Περγαμίης ὑπὲρ ἄκ[ρι]ος ἀ[σ]τε[ρ]ο[πη]<τ>ὴ[ν]
τικτόμενον Δία, μητρώιην ὅτε [γα]στ[έρα] λῦσ[εν]·
20 φαίην κε ἀτρεκέως ἀψευδέσιν ἄλκαρ̣ <ἐ>ν̣ ὀμ[φαῖς],
<ὡ>ς μὴ δηρὸν ὑπ’ ἀργαλέηι <τ>ρύοιτό γε νούσωι
Αἰακίδης λαός· τὸ δ’ ἐμῶι κεχαρισμένον ἔσται
υἱέι· τ<ῷ> κέλομαί σε, θεαρίδ̣ος ἡγέτα ὁδ̣οῖο,
τέτραχα μὲν διακρεῖναι ἐφ’ ἡ<γ>ητῆρας ἅπαντας,
25 ὅσσοι ὑπὸ ζαθέην τύρσιν χλαμυδηφόροι εἰσίν,
καὶ πίσυρας στιχάδεσσιν ἐφ’ἡγεμονῆ[ας] ὀπάσσαι·
τῶν ἡ μὲν Κρονίδην ὕμνωι {μνωι}, μία δ’ Εἰραφιώτ[ην],
ἡ δ’ ἑτέρη κούρην δορυθαρσέα Τρειτογένειαν,
ἡ δ’ Ἀσκληπιὸν ἄλλη{ι}, ἐμὸν φίλον υἱέα, [μέλ]ψ̣ηι.
30 ἑπτὰ γεραιρόντων εἰς ἤματα μῆρα ἐπὶ βωμ<ῶ>ν
Παλλάδι μὲν μόσχου διετήρονος ἄζυγος ἁγνοῦ
δαίοντες, τριένου δὲ βοὸς Διὶ καὶ Διὶ Βάκχωι,
ὡσαύτως καὶ παιδὶ Κορωνίδος ἠθαλέοιο
τούρου μήρια ῥέζοντες προτιτύσκετε δαῖτα,
35 ἠίθεοι χλαμύδεσσι ἀμφέμμενοι ὁππόσοι ἐ[στέ],
μὴ σφετέρων νόσφιν πατέρων· λοίβ̣ῃ δ̣’ ἐφ’ ἑκάστῃ
σπένδοντες [λοιμο]ῖο παρ’ ἀθανάτων ἄκος ἐσθλὸν
αἰτέετε, <ὡ>ς τηλουρὸν ἐς ἐχθ̣οδ̣α<π>ῶν χθόνα φωτῶν
ἐκτόπιος προνέοιτ[ο — — — — — — — — — — — — — —]
Search Help
Contact Us