[ ]
Mys. — Pergamon — ca.166-215 AD — IvP II, p. 239, 324 comm.; IGR 4.360; Merk.-Staub. 06/02/01
1 | [— — — — — — — — — — — — — — — — — —]λα[—] |
[— — — — — — — — — — — — — — — Κ]λα̣ύδιος | |
[— — — — — — — — — — — — —] καὶ Κλαύδιος | |
[— — — — — — — — ἐπιμελ(?)]ηθέντες καὶ ἐμβα- | |
5 | [— — — — — — — — — — τ]ὸν ὑπογεγραμμένον |
[— — — — — βουλ(?)]αῖον χρησμὸν | |
[τὸ]ν χρησμὸν ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι | |
τῆς μητροπόλεως τῆς Ἀσίας καὶ δὶς νεωκόρου πρώ- | |
της Περγαμηνῶν πόλεως ἐν στήλαις ἀναγ̣ράψαντας ἐπί | |
10 | τε τῆς ἀγορᾶς καὶ τῶν ἱερῶν ἀναστῆσαι. |
10a | {²vacat}² |
11 | Τηλεφίδαις, οἳ Ζηνὶ πλέον Κρονίδηι βασιλῆϊ |
ἐξ ἄλλων τιεσκόμενοι Τευθραντίδα γαῖαν | |
ναίουσιν καὶ Ζηνὸς ἐρισμαράγοιο γενέθληι | |
ἠμὲν Ἀθηναίηι πολεμηδόκωι ἀτρυτώνηι | |
15 | ἠδὲ Δι<ω>νύσωι λαθικηδέι φυσιζώιωι |
ἠδὲ καὶ εἰητῆρι νόσ<ω>ν παιήονι λυγρῶν· | |
οἷσι πάρ’ Οὐρανοῦ υἷες ἐθηήσαντο Κάβειροι | |
πρῶτοι Περγαμίης ὑπὲρ ἄκ[ρι]ος ἀ[σ]τε[ρ]ο[πη]<τ>ὴ[ν] | |
τικτόμενον Δία, μητρώιην ὅτε [γα]στ[έρα] λῦσ[εν]· | |
20 | φαίην κε ἀτρεκέως ἀψευδέσιν ἄλκαρ̣ <ἐ>ν̣ ὀμ[φαῖς], |
<ὡ>ς μὴ δηρὸν ὑπ’ ἀργαλέηι <τ>ρύοιτό γε νούσωι | |
Αἰακίδης λαός· τὸ δ’ ἐμῶι κεχαρισμένον ἔσται | |
υἱέι· τ<ῷ> κέλομαί σε, θεαρίδ̣ος ἡγέτα ὁδ̣οῖο, | |
τέτραχα μὲν διακρεῖναι ἐφ’ ἡ<γ>ητῆρας ἅπαντας, | |
25 | ὅσσοι ὑπὸ ζαθέην τύρσιν χλαμυδηφόροι εἰσίν, |
καὶ πίσυρας στιχάδεσσιν ἐφ’ἡγεμονῆ[ας] ὀπάσσαι· | |
τῶν ἡ μὲν Κρονίδην ὕμνωι {μνωι}, μία δ’ Εἰραφιώτ[ην], | |
ἡ δ’ ἑτέρη κούρην δορυθαρσέα Τρειτογένειαν, | |
ἡ δ’ Ἀσκληπιὸν ἄλλη{ι}, ἐμὸν φίλον υἱέα, [μέλ]ψ̣ηι. | |
30 | ἑπτὰ γεραιρόντων εἰς ἤματα μῆρα ἐπὶ βωμ<ῶ>ν |
Παλλάδι μὲν μόσχου διετήρονος ἄζυγος ἁγνοῦ | |
δαίοντες, τριένου δὲ βοὸς Διὶ καὶ Διὶ Βάκχωι, | |
ὡσαύτως καὶ παιδὶ Κορωνίδος ἠθαλέοιο | |
τούρου μήρια ῥέζοντες προτιτύσκετε δαῖτα, | |
35 | ἠίθεοι χλαμύδεσσι ἀμφέμμενοι ὁππόσοι ἐ[στέ], |
μὴ σφετέρων νόσφιν πατέρων· λοίβ̣ῃ δ̣’ ἐφ’ ἑκάστῃ | |
σπένδοντες [λοιμο]ῖο παρ’ ἀθανάτων ἄκος ἐσθλὸν | |
αἰτέετε, <ὡ>ς τηλουρὸν ἐς ἐχθ̣οδ̣α<π>ῶν χθόνα φωτῶν | |
ἐκτόπιος προνέοιτ[ο — — — — — — — — — — — — — —] |