[ ]
Mys. — Pergamon — ca.166-215 AD — IvP II, p. 239, 324 comm.; IGR 4.360; Merk.-Staub. 06/02/01
| 1 | [— — — — — — — — — — — — — — — — — —]λα[—] |
| [— — — — — — — — — — — — — — — Κ]λα̣ύδιος | |
| [— — — — — — — — — — — — —] καὶ Κλαύδιος | |
| [— — — — — — — — ἐπιμελ(?)]ηθέντες καὶ ἐμβα- | |
| 5 | [— — — — — — — — — — τ]ὸν ὑπογεγραμμένον |
| [— — — — — βουλ(?)]αῖον χρησμὸν | |
| [τὸ]ν χρησμὸν ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι | |
| τῆς μητροπόλεως τῆς Ἀσίας καὶ δὶς νεωκόρου πρώ- | |
| της Περγαμηνῶν πόλεως ἐν στήλαις ἀναγ̣ράψαντας ἐπί | |
| 10 | τε τῆς ἀγορᾶς καὶ τῶν ἱερῶν ἀναστῆσαι. |
| 10a | {²vacat}² |
| 11 | Τηλεφίδαις, οἳ Ζηνὶ πλέον Κρονίδηι βασιλῆϊ |
| ἐξ ἄλλων τιεσκόμενοι Τευθραντίδα γαῖαν | |
| ναίουσιν καὶ Ζηνὸς ἐρισμαράγοιο γενέθληι | |
| ἠμὲν Ἀθηναίηι πολεμηδόκωι ἀτρυτώνηι | |
| 15 | ἠδὲ Δι<ω>νύσωι λαθικηδέι φυσιζώιωι |
| ἠδὲ καὶ εἰητῆρι νόσ<ω>ν παιήονι λυγρῶν· | |
| οἷσι πάρ’ Οὐρανοῦ υἷες ἐθηήσαντο Κάβειροι | |
| πρῶτοι Περγαμίης ὑπὲρ ἄκ[ρι]ος ἀ[σ]τε[ρ]ο[πη]<τ>ὴ[ν] | |
| τικτόμενον Δία, μητρώιην ὅτε [γα]στ[έρα] λῦσ[εν]· | |
| 20 | φαίην κε ἀτρεκέως ἀψευδέσιν ἄλκαρ̣ <ἐ>ν̣ ὀμ[φαῖς], |
| <ὡ>ς μὴ δηρὸν ὑπ’ ἀργαλέηι <τ>ρύοιτό γε νούσωι | |
| Αἰακίδης λαός· τὸ δ’ ἐμῶι κεχαρισμένον ἔσται | |
| υἱέι· τ<ῷ> κέλομαί σε, θεαρίδ̣ος ἡγέτα ὁδ̣οῖο, | |
| τέτραχα μὲν διακρεῖναι ἐφ’ ἡ<γ>ητῆρας ἅπαντας, | |
| 25 | ὅσσοι ὑπὸ ζαθέην τύρσιν χλαμυδηφόροι εἰσίν, |
| καὶ πίσυρας στιχάδεσσιν ἐφ’ἡγεμονῆ[ας] ὀπάσσαι· | |
| τῶν ἡ μὲν Κρονίδην ὕμνωι {μνωι}, μία δ’ Εἰραφιώτ[ην], | |
| ἡ δ’ ἑτέρη κούρην δορυθαρσέα Τρειτογένειαν, | |
| ἡ δ’ Ἀσκληπιὸν ἄλλη{ι}, ἐμὸν φίλον υἱέα, [μέλ]ψ̣ηι. | |
| 30 | ἑπτὰ γεραιρόντων εἰς ἤματα μῆρα ἐπὶ βωμ<ῶ>ν |
| Παλλάδι μὲν μόσχου διετήρονος ἄζυγος ἁγνοῦ | |
| δαίοντες, τριένου δὲ βοὸς Διὶ καὶ Διὶ Βάκχωι, | |
| ὡσαύτως καὶ παιδὶ Κορωνίδος ἠθαλέοιο | |
| τούρου μήρια ῥέζοντες προτιτύσκετε δαῖτα, | |
| 35 | ἠίθεοι χλαμύδεσσι ἀμφέμμενοι ὁππόσοι ἐ[στέ], |
| μὴ σφετέρων νόσφιν πατέρων· λοίβ̣ῃ δ̣’ ἐφ’ ἑκάστῃ | |
| σπένδοντες [λοιμο]ῖο παρ’ ἀθανάτων ἄκος ἐσθλὸν | |
| αἰτέετε, <ὡ>ς τηλουρὸν ἐς ἐχθ̣οδ̣α<π>ῶν χθόνα φωτῶν | |
| ἐκτόπιος προνέοιτ[ο — — — — — — — — — — — — — —] |