1 | ἐπὶ Πέλοπος ἄρχοντος ἐπὶ τῆς Πτολεμαιΐδος δωδεκάτης πρυτανείας, |
ἧι Διονυσικλῆς Διονυσίου Ἑκαλῆθεν ἐγραμμάτευεν· Σκιροφοριῶνος ἕ- | |
κτει ἐπὶ δέκα, ἕκτει καὶ δεκάτει τῆς πρυτανείας· ἐκκλησία ἐν τῶι θε- | |
άτρωι· τῶν προέδρων ἐπεψήφιζεν Ῥηξίων Δαματρίου Θοραιεὺς καὶ συμ- | |
5 | πρόεδροι· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἄρχιππος Ἀρχίου Βατῆθεν |
εἶπεν· v ὑπὲρ ὧν ἀπαγγέλλει ὁ δήμαρχος ὁ Ἐλευσινίων ὑπὲρ τῶν θυσι- | |
ῶν ὧν ἔθυσεν τοῖς τε Ἁλώιοις καὶ τοῖς Χλοίοις τεῖ τε Δήμητρι καὶ τεῖ | |
Κόρει καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν, συνετέλεσεν δὲ καὶ τὴν τῶν | |
Καλαμαίων θυσίαν καὶ τὴν πομπὴν ἔστειλεν κατὰ τὰ πάτρια μετὰ | |
10 | τοῦ ἱεροφάντου καὶ τῶν ἱερειῶν προσδαπανήσας εἰς ταῦτα πάντα οὐ- |
κ ὀλία ἐκ τῶν ἰδίων, καὶ ἀπαγγέλλει γεγονέναι τὰ ἱερὰ καλὰ καὶ σωτήρια· | |
τύχει ἀγαθεῖ δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προέδρους εἰς τὴν | |
ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμ- | |
βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ τὰ μὲν ἀ- | |
15 | γαθὰ δέχεσθαι τὰ γεγονότ[α] ἐ[ν] τοῖς ἱεροῖς οἷς ἔθυσεν ἐφ’ ὑγιείαι καὶ |
σωτηρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ παίδων καὶ γυναικῶν καὶ τῶν | |
φίλων καὶ συμμάχων· ἐπαινέσαι δὲ τὸν δήμαρχον τὸν Ἐλευσινίων Πάμ- | |
φιλον Ἄρχοντος Ἐλευσίνιον καὶ στεφανῶσαι μυρρίνης στεφάνωι, ὧι πά- | |
τριόν ἐστιν εὐσεβεί̣ας ἕνεκεν τῆς πρὸς τοὺς θεούς. ἀναγράψαι δ[ὲ] | |
20 | τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθί- |
νει καὶ στῆσαι ἐν τεῖ αὐλεῖ̣ τοῦ ἱεροῦ τοῦ ἐν Ἐλευσῖνι, εἰς δὲ τὴν ἀναγρα- | |
φὴν τῆς στήλης καὶ τὴν ἀνάθεσιν μερίσαι τὸν ταμίαν τῶν στρατιω- | |
τικῶν τὸ γενόμενον ἀνάλωμα. | |
23a | vacat 0.02 |
col. I.24 | ἡ βουλὴ |
25 | Πάμφιλον |
ἄρχοντος | |
Ἐλευσίνιον | |
δημαρχή- | |
σαντα | |
col. II.24 | ὁ δῆμος |
25 | ὁ Ἐλευσινίω[ν] |
Πάμφιλον Ἄρ- | |
χοντος Ἐλευ- | |
σίνιον δημαρ- | |
χήσαντα | |
col. III.24 | ὁ δῆμος |
25 | Πάμφιλον |
Ἄρχοντος | |
Ἐλευσίνιον | |
δημαρχή- | |
σαντα | |
29a | vacat 0.03 |
30 | Ξενοκράτης Ξενοκράτου Ἐλευσίνιος εἶπεν· ἐπειδὴ Πάμφιλος Ἄ[ρχοντος] |
[κα]ταστ̣αθεὶς δήμαρχος εἰς τὸν ἐπὶ Πέλοπος ἄρχοντος ἐνιαυτ[ὸν τοῖς Δι]- | |
[ονυσί]οις ἔθυσεν τῶι Διονύσωι καὶ τὴν πομπὴν ἔπεμψεν καὶ τ․․․c.9․․․ | |
․․․c.9․․․τον, ἔθηκεν δὲ καὶ τὸν ἀγῶνα ἐν τῶι θεάτρωι, ὃν σ[υντελοῦσιν] | |
[Ἐλευσίνιοι σπου]δῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείπων, ἔθυ[σεν δὲ τοῖς Ἁλώιοις] | |
35 | [καὶ τοῖς Χλοίοις τεῖ Δήμη]τρι καὶ τεῖ Κόρει θύματα παρασ[χὼν ἐκ τῶν ἰδίων καὶ] |
[τῆς πομπῆς καὶ τῆς τῶν Καλα]μαίων θυσίας συνε[πεμελήθη μετὰ τοῦ ἱεροφάντου] | |
[καὶ τῶν ἱερειῶν — — — — — —] εἰς αὐτὴν δ[απανήσας — — — — — — —] | |
— — — — — — — — — — — — — — τρ — — — — — — — — — — — — |
IG II²
949