[ ]
Mys. — Pergamon — 2nd-1st c. BC — Müller, Ehreninschr. (unpubl., 1997) [113]
1 | ὁ δῆμος ἐτίμησεν |
Φιλωτέραν Λιμναίου διά τε τὰς Λιμναίου | |
τοῦ πατρὸς αὐτῆς πρὸς τὸν δῆμον εὐεργεσίας | |
καὶ διὰ τὴν Κυνίσκου τοῦ ἀνδρὸς αὐτῆς ἀρετὴν | |
5 | καὶ πρὸς τὸν δῆμον εὔνοιαν καὶ διὰ τὴν αὐτῆς |
τῆς Φιλωτέρας πρός τε θεοὺς εὐσέβειαν | |
καὶ τὴν πρὸς Κυνίσκον τὸν ἄνδρα καὶ | |
πρὸς τὰ τέκνα φιλοστοργίαν. |