[ ] Mys. — Pergamon — 138-133 BC — Müller, Dekrete (unpubl., 1997) [20]
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη στρατηγῶν·
ἐπεὶ Ἀγίας Ἀγίου τῶν πολιτῶν ἀνὴρ καλὸς καὶ
ἀγαθὸς ὑπάρχων πρότερον μὲν εἰς ἃς προεχειρίσθη
ἀρχὰς καὶ λειτουργίας ὑπὸ τοῦ δήμου δεόντως ἐν αὐ-
5 ταῖς ἀναστραφεὶς καὶ εὐδοκιμήσας πᾶσιν ἀποδοχῆς ἠξι-
ώθη τῆς ἁρμοζούσης, αἱρεθεὶς δὲ καὶ γυμνασίαρχος εἰς τὸν
ἐπὶ ἱερέως Μητροδώρου τοῦ Ἡρ̣ακλέωνος ἐνιαυτὸν καὶ πᾶσαν
μὲν ἀσχολίαν ὑπερθέμενος, πρὸ πλείστου δὲ ἡγησάμενος τὴν
ἐν τῶι γυμνασίωι προσεδρείαν ἐπεμελήθη μὲν τῆς τῶν ἐφή-
10 βων καὶ νέων ἀγωγῆ̣ς φιλοτιμίας οὐδὲν ἐνλείπων, προενοήθη δ̣[ὲ]
καὶ τῆς κατὰ τὸν τόπον εὐταξίας αὐστηρῶς καὶ μισοπονήρως χρ̣[ώ]-
μενος καὶ διαφυλάσσων τὴν περὶ τὸ γυμνάσιον εὐκοσμίαν ἀξίως [τε]
TH=S TOU= BASILE/WS SPOUDH=S KAI\ TH=S TOU= DH/MOU PROAIRE/SEWS TOU/[S TE]
παραγινομένους ἀπὸ ξένης καὶ ποιουμένους τὰς ἀκροάσεις [ὑποδε]-
15 χόμενος ἐκτενῶς καὶ παρ’ ἑαυτοῦ μεταδιδοὺς σὺν τῆι ἀπὸ τῶ[ν νέων]
γινομένηι εἰσφορᾶι ἀπέλυεν εὐδοκιμοῦντας ἕνεκεν τοῦ κα[ὶ λέγειν]
καὶ γράφειν τὰ βέλτιστα περὶ τῆς πατρίδος· ὁμοίως δὲ καὶ τοὺς [παιδευτὰς]
τοῦς ἐπιστατοῦντας τῶν ἐφήβων ταῖς πρεπούσαις φιλαν[θρωπίαις]
προσαγόμενος διετέλει, ὅπως φιλοτιμοτέρ<ω>ν πρὸς τῆι πα̣[ιδείαι]
20 γινομένων αὐτῶν τῆς μεγίστης ὠφελίας οἱ φιλομαθοῦν̣[τες τυγχά]-
νωσιν καὶ τὸ τῆς πόλεως ἔνδοξον διαφυλάσσηται, περ[ί τε τὴν]
ἄθλων θέσιν ἐν ταῖς ἐπωνύμοις τῶν βασιλέων ἡμέραις φ̣[ιλοδόξως]
ἀνεστράφη, καὶ ἐν τῆι δὲ λοιπῆι χορηγίαι τῶν πρὸς τὴν [ἀρχὴν ἀνη]-
κόντων οὐδενὸς τῶν πρὸ ἑαυτοῦ λειπόμενος διετέλεσ[εν οὔτε δα]-
25 πάνης φειδόμενος οὔτε σωματικὴν κακοπαθίαν ἐκ̣κλ̣[ίνων, φροντί]-
ζων δὲ μάλιστα τῆς γεγενημένης ὑπὲρ αὐτοῦ διαλήψεω[ς, ὅπως ἀλη]-
θινὴ καὶ ἀκατάψευστος παρὰ τοῖς πολίταις διαφυλάσση̣[ται, βουλό]-
μενος δὲ καὶ δι’ ἑαυτοῦ τῆς τοῦ βασιλέως εἰς τὸ [πλῆθος προαι]-
[ρέσεω]ς εἰς τὸν ἀεὶ χρόνον ὑπόμνημα καταλείπ[ειν — — —]
30 [— — — — — — χρυσὴν εἰκόνα τ]ε̣τράπηχυν ἀνέ[στησεν — — —]
[— — — — — — — — — — — — — — — — — —]․․․Α[— — —]
Search Help
Contact Us