[ ]
Mys. — Pergamon — 138-133 BC — Müller, Dekrete (unpubl., 1997) [20]
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη στρατηγῶν· |
ἐπεὶ Ἀγίας Ἀγίου τῶν πολιτῶν ἀνὴρ καλὸς καὶ | |
ἀγαθὸς ὑπάρχων πρότερον μὲν εἰς ἃς προεχειρίσθη | |
ἀρχὰς καὶ λειτουργίας ὑπὸ τοῦ δήμου δεόντως ἐν αὐ- | |
5 | ταῖς ἀναστραφεὶς καὶ εὐδοκιμήσας πᾶσιν ἀποδοχῆς ἠξι- |
ώθη τῆς ἁρμοζούσης, αἱρεθεὶς δὲ καὶ γυμνασίαρχος εἰς τὸν | |
ἐπὶ ἱερέως Μητροδώρου τοῦ Ἡρ̣ακλέωνος ἐνιαυτὸν καὶ πᾶσαν | |
μὲν ἀσχολίαν ὑπερθέμενος, πρὸ πλείστου δὲ ἡγησάμενος τὴν | |
ἐν τῶι γυμνασίωι προσεδρείαν ἐπεμελήθη μὲν τῆς τῶν ἐφή- | |
10 | βων καὶ νέων ἀγωγῆ̣ς φιλοτιμίας οὐδὲν ἐνλείπων, προενοήθη δ̣[ὲ] |
καὶ τῆς κατὰ τὸν τόπον εὐταξίας αὐστηρῶς καὶ μισοπονήρως χρ̣[ώ]- | |
μενος καὶ διαφυλάσσων τὴν περὶ τὸ γυμνάσιον εὐκοσμίαν ἀξίως [τε] | |
τῆς τοῦ βασιλέως σπουδῆς καὶ τῆς τοῦ δήμου προαιρέσεως τού[ς τε] | |
παραγινομένους ἀπὸ ξένης καὶ ποιουμένους τὰς ἀκροάσεις [ὑποδε]- | |
15 | χόμενος ἐκτενῶς καὶ παρ’ ἑαυτοῦ μεταδιδοὺς σὺν τῆι ἀπὸ τῶ[ν νέων] |
γινομένηι εἰσφορᾶι ἀπέλυεν εὐδοκιμοῦντας ἕνεκεν τοῦ κα[ὶ λέγειν] | |
καὶ γράφειν τὰ βέλτιστα περὶ τῆς πατρίδος· ὁμοίως δὲ καὶ τοὺς [παιδευτὰς] | |
τοῦς ἐπιστατοῦντας τῶν ἐφήβων ταῖς πρεπούσαις φιλαν[θρωπίαις] | |
προσαγόμενος διετέλει, ὅπως φιλοτιμοτέρ<ω>ν πρὸς τῆι πα̣[ιδείαι] | |
20 | γινομένων αὐτῶν τῆς μεγίστης ὠφελίας οἱ φιλομαθοῦν̣[τες τυγχά]- |
νωσιν καὶ τὸ τῆς πόλεως ἔνδοξον διαφυλάσσηται, περ[ί τε τὴν] | |
ἄθλων θέσιν ἐν ταῖς ἐπωνύμοις τῶν βασιλέων ἡμέραις φ̣[ιλοδόξως] | |
ἀνεστράφη, καὶ ἐν τῆι δὲ λοιπῆι χορηγίαι τῶν πρὸς τὴν [ἀρχὴν ἀνη]- | |
κόντων οὐδενὸς τῶν πρὸ ἑαυτοῦ λειπόμενος διετέλεσ[εν οὔτε δα]- | |
25 | πάνης φειδόμενος οὔτε σωματικὴν κακοπαθίαν ἐκ̣κλ̣[ίνων, φροντί]- |
ζων δὲ μάλιστα τῆς γεγενημένης ὑπὲρ αὐτοῦ διαλήψεω[ς, ὅπως ἀλη]- | |
θινὴ καὶ ἀκατάψευστος παρὰ τοῖς πολίταις διαφυλάσση̣[ται, βουλό]- | |
μενος δὲ καὶ δι’ ἑαυτοῦ τῆς τοῦ βασιλέως εἰς τὸ [πλῆθος προαι]- | |
[ρέσεω]ς εἰς τὸν ἀεὶ χρόνον ὑπόμνημα καταλείπ[ειν — — —] | |
30 | [— — — — — — χρυσὴν εἰκόνα τ]ε̣τράπηχυν ἀνέ[στησεν — — —] |
[— — — — — — — — — — — — — — — — — —]․․․Α[— — —] |