[ ]
Mys. — Pergamon — 138-133 BC — Müller, Dekrete (unpubl., 1997) [19]
1 | ἐπὶ πρυτάνεως καὶ ἱ<ε>ρέως [— — — τοῦ — — — καὶ ἱερέως θεοῦ(?)] |
τοῦ βασιλέως Ἀττάλου Φιλα[δέλφου καὶ Εὐεργέτου — — — τοῦ Ἀττά]- | |
λου καὶ ἱερέως θεῶν Φιλαδέλφω[ν — — — τοῦ — — — καὶ ἱερέως θεῶν] | |
Εὐσεβῶν Παρμενείτου τοῦ Ἀρισ[τίου(?) καὶ ἱερέως βασιλέως Ἀττάλου Φιλομή]- | |
5 | τορος καὶ Εὐεργέτου Ἀθηναίου [το]ῦ [Σωσάνδρου ἔδοξεν τῆι βουλῆι καὶ] |
τῶι δήμωι. | |
γνώμη στρατηγῶν· ἐπεὶ ΜΙ̣[— — — — — — — — — τῶν πολιτῶν(?)] | |
ἀνὴρ καλὸς [καὶ] ἀ[γαθὸ]ς [— — —c.21— — —]Ξ[ {²insges. c.25}² ὑπὸ τοῦ δή]- | |
μου ἔν τε ταῖς πρότε̣ρο[ν ἀρχαῖς — — —]Ι̣σαις ἃ[ς ἦρχεν ἀποδοχῆς καὶ] | |
10 | τιμῆς τῆς καθηκ[ούσης ἠξιώθη, κατα]σταθεὶς [δὲ καὶ γυμνασίαρχος] |
ἐν τῶι ἐπὶ ἱερέω̣[ς {²insges. c.16}² τοῦ — —]Ι̣ότου ἐνιαυτ̣[ῶι ἐπεμελήθη τῆς τῶν] | |
ἐφήβων καὶ νέω[ν ἀγωγῆς καὶ κο]σμιότητος ἔπα[θλα θεὶς παι]- | |
δείας καὶ τῆς περὶ π̣[άν]τα τὰ μα̣θήματα ἀσκήσεως π̣[λείστην] | |
πρόνοιαν ἐποήσατο ὅπλ[ω]ν τε παντοδαπῶν χορηγίαν ἐ[πειση]- | |
15 | νέγκατο καὶ παιδευτὴν προσεισήγαγεν ἐκ τοῦ ἰδίου, τῆς τε ἐπ[ισκευ]- |
ῆς τῆς κατὰ τὸ γυμνάσιον οὐ μόνον ἐν τῆι χορηγίαι τῶν πλείστων ὑπε[ρά]- | |
γουσαν πρόνοιαν ἐποήσατο, ἀλλὰ καὶ ἐν ἐπιδεξιότητι καὶ εὐστοχία[ι δι]- | |
ήνεγκεν, εὐχαρίστως τε διακείμενος πρὸς τὸν δῆμον ἰδίαι μὲν αὐτὸς | |
ἀνεδέξατο τὴν δαπάνην χρυσῆς εἰκόνος τετραπήχους ἀνάστασιν̣ π̣[ο]- | |
20 | ησάμενος τοῦ Φιλομήτορος βασιλέως, κοινὴν δὲ ὑπὲρ τοῦ δήμου [τ]ῆ̣ς |
ἐπιγραφῆς τῆς εὐχαριστίας τὴν ἄμειψιν ἐποήσατο, ὅπως διὰ τού[του] | |
τοῦ τρόπου θεωρῶν ὁ βασιλεὺς καὶ κοινῆι καὶ κατ’ ἰδίαν ἑαυτ[ὸν] ὑ̣περ- | |
τιμώμενον ἀγαθοῦ τινος παραίτιος γίνηται τῶι δήμωι· θεωρ[ῶ]ν̣ δὲ | |
καὶ τῶν νενικηκότων πολιτῶν λαμπάσιν Λακίνια τὰ ἔπ[αθλα οὐ] τ[ε]- | |
25 | τευχότα ἀναθέσεως, ἀλλὰ παρερειμμένα ἀφθονία[ι τῶν στεφάνων οὐ] |
μόνον ἐπιτήδειον τόπον ἐφ’ οὗ τεθήσονται ἐπενόησε[ν, ἀλλὰ καὶ τὴν] | |
δαπάνην τὴν εἰς τὴν ἀνάθεσιν παρ’ ἑαυτοῦ ἐποήσατο μεγαλομέρη̣α̣ν | |
[καὶ αὐτοῖ]ς ἔ̣θ̣ηκεν δι’ ὅλου τοῦ ἐνιαυτοῦ τὰς ἐχινέας πλήρεις ἐ[λ]α[ίου] | |
[— —c.11-12— —]ενον καὶ ἄλλων ἀγγείων ἐν οἷς τὸ διατεταγμένον Ε̣Ι̣Σ̣ | |
30 | [— — —c.20-21— — —] ἀ̣δ̣ια̣λ̣είπτ̣[ο]υ γινομένου μήτε τῶν ἐπιχωρο[ύν]- |
[των(?) — — — — — —]Μ#⁷Λ̣Ο̣Σ προσεδρεύε[— —c.9-10— —] ὅπλων[․․․] | |
[— — — — — — — — — — — — — — — —]λ̣ους [— —c.13— —]ΠΟ[․․․․] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — —]αρχΙ[․․․] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — —]․․․․[— — —] |