[ ] Mys. — Pergamon — 138-133 BC — Müller, Dekrete (unpubl., 1997) [19]
1 ἐπὶ πρυτάνεως καὶ ἱ<ε>ρέως [— — — τοῦ — — — καὶ ἱερέως θεοῦ(?)]
τοῦ βασιλέως Ἀττάλου Φιλα[δέλφου καὶ Εὐεργέτου — — — τοῦ Ἀττά]-
λου καὶ ἱερέως θεῶν Φιλαδέλφω[ν — — — τοῦ — — — καὶ ἱερέως θεῶν]
Εὐσεβῶν Παρμενείτου τοῦ Ἀρισ[τίου(?) καὶ ἱερέως βασιλέως Ἀττάλου Φιλομή]-
5 τορος καὶ Εὐεργέτου Ἀθηναίου [το][Σωσάνδρου ἔδοξεν τῆι βουλῆι καὶ]
τῶι δήμωι.
γνώμη στρατηγῶν· ἐπεὶ ΜΙ̣[— — — — — — — — — τῶν πολιτῶν(?)]
ἀνὴρ καλὸς [καὶ][γαθὸ]ς [— — —c.21— — —]Ξ[ {²insges. c.25}² ὑπὸ τοῦ δή]-
μου ἔν τε ταῖς πρότε̣ρο[ν ἀρχαῖς — — —]Ι̣σαις ἃ[ς ἦρχεν ἀποδοχῆς καὶ]
10 τιμῆς τῆς καθηκ[ούσης ἠξιώθη, κατα]σταθεὶς [δὲ καὶ γυμνασίαρχος]
ἐν τῶι ἐπὶ ἱερέω̣[ς {²insges. c.16}² τοῦ — —]Ι̣ότου ἐνιαυτ̣[ῶι ἐπεμελήθη τῆς τῶν]
ἐφήβων καὶ νέω[ν ἀγωγῆς καὶ κο]σμιότητος ἔπα[θλα θεὶς παι]-
δείας καὶ τῆς περὶ π̣[άν]τα τὰ μα̣θήματα ἀσκήσεως π̣[λείστην]
πρόνοιαν ἐποήσατο ὅπλ[ω]ν τε παντοδαπῶν χορηγίαν ἐ[πειση]-
15 νέγκατο καὶ παιδευτὴν προσεισήγαγεν ἐκ τοῦ ἰδίου, τῆς τε ἐπ[ισκευ]-
ῆς τῆς κατὰ τὸ γυμνάσιον οὐ μόνον ἐν τῆι χορηγίαι τῶν πλείστων ὑπε[ρά]-
γουσαν πρόνοιαν ἐποήσατο, ἀλλὰ καὶ ἐν ἐπιδεξιότητι καὶ εὐστοχία[ι δι]-
ήνεγκεν, εὐχαρίστως τε διακείμενος πρὸς τὸν δῆμον ἰδίαι μὲν αὐτὸς
ἀνεδέξατο τὴν δαπάνην χρυσῆς εἰκόνος τετραπήχους ἀνάστασιν̣ π̣[ο]-
20 ησάμενος τοῦ Φιλομήτορος βασιλέως, κοινὴν δὲ ὑπὲρ τοῦ δήμου [τ]ῆ̣ς
ἐπιγραφῆς τῆς εὐχαριστίας τὴν ἄμειψιν ἐποήσατο, ὅπως διὰ τού[του]
τοῦ τρόπου θεωρῶν ὁ βασιλεὺς καὶ κοινῆι καὶ κατ’ ἰδίαν ἑαυτ[ὸν] ὑ̣περ-
τιμώμενον ἀγαθοῦ τινος παραίτιος γίνηται τῶι δήμωι· θεωρ[ῶ]ν̣ δὲ
καὶ τῶν νενικηκότων πολιτῶν λαμπάσιν Λακίνια τὰ ἔπ[αθλα οὐ] τ[ε]-
25 τευχότα ἀναθέσεως, ἀλλὰ παρερειμμένα ἀφθονία[ι τῶν στεφάνων οὐ]
μόνον ἐπιτήδειον τόπον ἐφ’ οὗ τεθήσονται ἐπενόησε[ν, ἀλλὰ καὶ τὴν]
δαπάνην τὴν εἰς τὴν ἀνάθεσιν παρ’ ἑαυτοῦ ἐποήσατο μεγαλομέρη̣α̣ν
[καὶ αὐτοῖ]ς ἔ̣θ̣ηκεν δι’ ὅλου τοῦ ἐνιαυτοῦ τὰς ἐχινέας πλήρεις ἐ[λ]α[ίου]
[— —c.11-12— —]ενον καὶ ἄλλων ἀγγείων ἐν οἷς τὸ διατεταγμένον Ε̣Ι̣Σ̣
30 [— — —c.20-21— — —] ἀ̣δ̣ια̣λ̣είπτ̣[ο]υ γινομένου μήτε τῶν ἐπιχωρο[ύν]-
[των(?) — — — — — —]Μ#⁷Λ̣Ο̣Σ προσεδρεύε[— —c.9-10— —] ὅπλων[․․․]
[— — — — — — — — — — — — — — — —]λ̣ους [— —c.13— —]ΠΟ[․․․․]
[— — — — — — — — — — — — — — — — — — — — — — — —]αρχΙ[․․․]
[— — — — — — — — — — — — — — — — — — — — — — — —]․․․․[— — —]
Search Help