[ ]
Att. — non-stoich. — c. 166/5 — IG II² 947 Add. (pt. 1.2 p. 669)
See also:
| [— — — — — — — — — — — — — — — — — — ἐψηφίσθαι τεῖ] | |
| 1 | [βο]υλεῖ· [ἐ]παινέσαι [Ἀπολλωνίδην Θ]εοφί[λ]ου Π̣ε̣[ργαμηνὸν καὶ στεφανῶσαι χρυσῶι στε]- |
| φάνωι κατὰ τὸν νόμον [εὐνοίας ἕν]εκεν κ[αὶ φιλ]ο[τιμίας τῆς πρὸς τὸν δῆμον τὸν Ἀθηναί]- | |
| ων· εἶναι δὲ αὐτὸν καὶ πρόξενον Ἀθηναίων, [δεδόσθαι δὲ αὐτῶι καὶ ἔγκτησιν γῆς μὲν μέ]- | |
| χρι ταλάντου τιμῆς, οἰκίας δὲ μέχρι τρισχιλίω[ν]· το[ὺς δὲ θεσμ]οθ[έτας εἰσαγαγεῖν αὐ]- | |
| 5 | τῶ[ι τ]ὴν δοκιμασίαν τῆς δωρεᾶς, ὅταν πρῶτον [πληρῶσι δικαστήρι]ο[ν. ἀναγράψαι δὲ τόδε] |
| τὸ ψήφισμα τὸγ γραμματέα τὸν κατὰ πρυτανείαν [ἐν στήληι] λι[θίνηι καὶ στῆσαι ἐν ἀ]- | |
| κροπόλει, εἰς δὲ τὴν ἀναγραφὴν καὶ τὴν ἀνάθεσιν [τῆς στήλη]ς μερί[σαι τὸν ταμίαν] | |
| τῶν στρατιωτικῶν τὸ γενόμενον ἀνά[λω]μα. | |
| 8a | vacat 0.20 |
| 9 | [ἐπὶ Ἀχαιοῦ] ἄρχοντος ἐπὶ τῆς — — — ς ἑνδεκάτης πρυτ[α]ν[ε]ία[ς], ἧι [Ἡρ]- |
| 10 | [ακλέων Νανν]άκου Εὐπυρίδης ἐγρ[αμμάτε]υεν· Μουνιχιῶνος [δ]ωδ[εκ]άτ[ηι], |
| [κατὰ θεὸν δὲ] Θαργηλιῶνος [δωδ]ε[κάτηι], δωδεκάτη[ι τῆ]ς πρυ[τανείας]· | |
| [ἐκκλησία κ]υρία ἐν τῶι θεάτρωι· [τ]ῶ[ν] π[ρ]οέδρων ἐπεψήφιζεν Ε̣ὐρ̣ — — — | |
| [— — — Χ]ολαργεὺς καὶ συμπρόεδροι· ἔδοξεν τεῖ βουλεῖ [καὶ τῶι δήμ]ωι· | |
| — — — — ς Χαιρεστράτου [Σ]κα[μβ]ωνίδης εἶπεν· ἐπειδὴ Θεό[φιλ]ος Περγ[α]- | |
| 15 | [μηνὸς εὔνο]υς ὑπάρχω[ν] τῶι [δή]μ[ω]ι πρότερόν τε διατρίβων [παρὰ τῶι βασι]- |
| [λεῖ Εὐμένει] καὶ ἐν τιμε[ῖ ὢν] παρ’ αὐτῶι καὶ προαγωγεῖ μεγ[άλει ἀεί τι λέγει] | |
| [καὶ πράττε]ι τῶν σ[υ]μφερόντων [τῶι δήμωι καὶ νῦν πολλὰς χρείας παρέχε]- | |
| [ται τοῖς κα]τ’ ἰδίαν ἀφικνου[μένοις τῶν πολιτῶν εἰς Πέργαμον — — — —] | |
| — — — — — χ․νουσ — — — — — — — — — — — — — — — — — — — — — | |
| 20 | — — — — — — ουμε — — — — — — — — — — — — — — — — — — — — — |
| — — — — — — Γ — — — — — — — — — — — — — — — — — — — — — — |