[ ]
Mys. — Pergamon — aft. 133 BC — IvP II 252+ — IGR 4.295 (part) — Müller, Dekrete (unpubl., 1997) [14]
1 | [— — — — — — — — — —]ΟΙΜΙΛΛΟΝ[— — — — — — — — — — — — — — — — —] |
[— — — — — — — — — — — —]ΕΝ[․․] πρῶτος [— — — — — — — — — — — —] | |
[— — — — — — — — — τ]οῖς ἐπάθλοις Τ[․]ΙΙ[․․․]Π[․․Ι]ΑΜ#⁷[․ τῶν πο]- | |
[λι(?)]τῶν οὐδεν[ὸς] δευτερεύουσαν τὴν χορηγίαν ἐποήσατο, βο̣υθυτ[ή]- | |
5 | [σα]ς τε ἐν τῆι ἀναστάσει τῆς [ε]ἰκόνος ἆθλα τε ἔθηκεν τοῖς ἐφήβοις |
καὶ νέοις καὶ τὰ λοιπὰ [ἐχορήγησ]εν το[ῖς] ἄρχουσιν καὶ παιδευταῖς κ[αὶ] | |
δημοσίοις, ἐφρόντισεν [δὲ καὶ τῶν] πρεσβυτέρων, δαπάνην οὐ μικρὰν | |
[ἀ]ναδεξάμενος, ὅπ[ως καὶ ἐπιμε]λ̣[ο]ῦς θεραπείας τυγχάνοντες | |
[κα]τὰ μηδὲν ἐμποδ[ίζωνται τῶ]ν πρὸς ὑγίειαν ἀνηκόντων, πρὸς | |
10 | οἷς ἤγαγεν δὲ καὶ [εἰς τὸν λουτ]ρ̣ῶνα ληνοὺς δημοσίας πλείονας, ἵνα |
[ὅ τε] λουτρὼν τὴν [π]ρ̣έ̣[π]ουσαν ἀξίαν ἔχη καὶ τὸ ὕδωρ ἱκανὸν χορηγῆ̣[ται]· | |
[ἔθη]κεν δὲ καὶ ἐν τῶι σφαιριστηρίωι ὁμοίως λουτῆρας δημοσίους δύο, ὑ- | |
περιδὼν τὴν πλεονάζουσαν εἰς τοὺς σπόγγους δαπάνην, περί τε τῆς | |
φυλακῆς [τῶν ἱ]ματίων δια̣τ̣α̣ξάμενος οὐκ ἀνοικείως ὁμόσε τοῖς ἄλλοις ἐ[πι]- | |
15 | νοήμασιν οὐ τὸν τυχόντα ἔπαινον ἐφειλκύσατο· τό τε ὅπλον ἐν αὐτοῖς τοῖς |
Ἑρμαίοις ἀνέθηκεν ἄξιον τοῦ καταστήσαντος αὐτὸν δήμου, δικαίως | |
καὶ εὐσεβῶς τοῖς ἐπιτηδείοις τοὺς στεφάνους ἀποδούς, δι’ ὃ συνέβη μὴ μό- | |
νον ταινιωθῆναι αὐτὸν κατὰ τὸν ἐπὶ πάντων ἐθισμόν, ἀλλὰ καὶ χρυσοῖς στε- | |
φάνοις ὑπό τε τῶν νέ̣ων καὶ ἐφήβων καὶ ξένων τιμηθῆναι, τῶν τε ἐκκομι[δῶν] | |
20 | ἐπιμελείαι καὶ κακοπαθίαι διενέγκας ὑπεράγουσαν ἐπιστροφὴν ἐποήσατ[ο], |
καθόλου μηδέποτε ἐφυστερήσας, ἀλλ’ ἰδίαι διασήμως ἀφηγούμενος τῶ̣ν | |
νεανίσκων, ἐξ οὗ συνέβαινεν καὶ [τ]ο̣ὺς πανὺ δημοτικοὺς μηδὲν ἧσσον τῶν | |
ἐν ὑπεροχῆι ὄντων ἐν τῶι μέρει τούτωι τιμᾶσθαι, καὶ ἐπὶ τῶν πομπῶν δὲ ἔ̣θ̣[ε]- | |
το γινόμενον τὸ ἔνδοξον ἐπισήμως τῶν τε θεῶν καὶ εὐεργετῶν, ὑπὸ τῆς | |
25 | τῶν νέων πολυοχλίας καὶ τῆς ἐξ αὐτῶν εὐκοσμίας συναυξομένω̣ν̣, [οἷς] |
ἀεὶ καταξίως ὁμιλῶν τοὺς μὲν ἀπειθοῦντας εἰς τὴν καθήκουσαν ἐπιτι[μί]- | |
[α]ν ἦγεν, τοῖς δὲ προσεδρεύουσιν ἔπαινον καὶ φιλανθρωπίαν ἐμέριζεν, | |
ἔν τε ἄλλαις τῶν ἐπισήμων ἡμερῶν ἐπιδόσεις ποησάμενος πρὸς εὐ- | |
ωχίαν, καὶ ἐν τοῖς Καβειρίοις μεγαλομερῶς τῆι χορηγίαι χρησάμενος ο[ὐ]- | |
30 | κ ὀλίγας ἀνεδέξατο δαπάνας ἕνεκ[εν τῆς] εἰς τοὺς π̣ο̣λ̣ίτας φιλαγαθίας. |
ὅπως οὖν καὶ ὁ δῆμος φαίνητ̣α̣[ι τοὺς καλοὺς] κἀγαθοὺς τῶν ἀνδρῶν ση̣μ̣[ει]- | |
ούμενος καὶ ταῖς καταξία[ις αὐτῶν χάρι]σιν ἀμειβόμενος, ἀγαθῆι | |
τύχηι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δ[ήμωι]· ἐπαινέσαι τε Μητρόδωρον̣ | |
ἐπὶ τοῖς προγεγραμμέ̣νοι[ς] καὶ στε̣[φαν]ῶσαι χρυσ̣ῶι στεφάνωι | |
35 | τῶι ἐκ τοῦ νόμου μεγίστω̣ι̣ καὶ̣ ε̣ἰ̣κ̣ό̣[ν]ι̣ χα[λ]κῆι, ἣν στῆσαι ἐν τῆι παραδρο- |
μίδι τοῦ γυμνασίου, καὶ τὴν ἀ[ναγόρευσιν] ποήσασθαι τὸν ἀγω̣ν̣οθέτην ἐν τ[ῆι] | |
πρώτηι ἀχθησαμένηι πα[νηγύ]ρ̣ει, ὑπάρχειν δ̣ὲ αὐτῶι κα̣ὶ̣ σίτησιν ἐμ π̣ρυ- | |
τανείωι καὶ ἀλειτουργησί̣αν καὶ ἀνεπ[ι]σταθμείαν̣. ἀνα̣γράψαι δὲ καὶ τὰ | |
δεδογμένα τῶι δήμωι εἰς στή[λην] λίθου λευκοῦ, ἣν παρ̣α̣στῆσ̣αι τῆι εἰκόν[ι]. | |
40 | ἐπεί τε καὶ κατὰ πλῆθος οἱ νέο[ι συν]εληλύθασιν βουλόμενοι τιμῆσαι αὐ- |
τὸν χρυσῶι στεφάνωι καὶ εἰκόνι̣ [χα]λ̣κῆι, διαμαρτυροῦντες περ̣ὶ̣ τοῦ ἴσως | |
καὶ δικαίως ἐν τῆι ἀρχῆι ἀνεστρ[άφ]θαι, καὶ περὶ τούτου γενέσθαι τὴ̣ν συγ- | |
χώρησιν. γενομένης ἐπιγραφῆ[ς ἐ]π̣ὶ̣ τοῦ βήματ̣ος· "ὁ δῆμος ἐτίμ̣η̣σ[ε] | |
Μητρόδωρον Ἡρακλέωνος γυμ[να]σιαρχή̣σ̣α̣ντα καλῶς καὶ ἐνδόξως | |
45 | καὶ ἐπιμεληθέντα τῆς τε τῶν ἐφήβων καὶ νέων π̣α̣ι̣δ̣είας τε καὶ κοσμι[ό]- |
τητος καὶ τῶν κατὰ τὸ γυμνάσιον προστάντα ἀξίως το̣ῦ̣ κατα̣στήσ̣αν̣- | |
τος δήμου," ἐπὶ δὲ τῆς ὑπ̣ὸ τ̣ῶ̣ν νέων ἀνα̣[σ]τ̣αθησομ̣έ̣ν̣ης "οἱ νέοι ἐτί- | |
μησαν Μητρόδωρον Ἡ̣ρακ̣λέωνος δι’ ἀρετὴν κ̣αὶ ἰσότητα, ἣν προσηνέγ- | |
κατο ἀφηγησάμενος αὑτῶν". ἀποδεῖξαι δὲ καὶ ἄνδρας δύο τῶν̣ π̣ολιτῶν̣ τοὺς | |
50 | ἐσομένους πρὸς τῆι ἐπιμελείαι τῆς τε κατασκευ̣ῆς καὶ ἀναθέσεως τῶν |
ἐψηφισμένων. οἵδε κατεστάθησαν ἐπιμεληταί· | |
Εὐβίοτος Εὐβιότου, Μηνόφιλος Μητροδώρου. |