[ ] Mys. — Pergamon — 75-50 BC — MDAI(A) 32.1907.257,8 + 35.1910.411,4 — IGR 4.293 — Müller, Dekrete (unpubl., 1997) [13]
col. I.e.1 [ε]ἰσα̣γγ[ειλά]ντων τ̣ῶ̣[ν στρατηγῶν εἰς τὴν βουλὴν καὶ τὸν δῆμον]
περὶ τοῦ Διόδωρο[ν Ἡρώιδου Πάσπαρον τὸν ἀρχιερέα καὶ διὰ γένους]
ἱερέα τοῦ Διὸς τοῦ μ̣[εγίστου — — — — — — — — — — — — — — πεπρα]-
γμένοις εἰς τ[ὴν πατρίδα — — — — — — — — — — — — — — — — — — —]
5 καλῶς καὶ φι[λοδόξως ἀναστραφέντα(?) — — — — — — — — — — — — —]
πολιτευόμ[ενον — — — — — — — — — — — — — — — — — — — — — — — —]
ΤΩΣ[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
{²Es fehlen ca. 15 Zeilen.}²
a.1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]Σ
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]․Γ̣Υ
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]․ΣΟΥ
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]Λ̣Γ̣Α
5 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΙΜ̣ΝΓΥ
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]τοῖς νέ-
[οις — — — — — — — — — — — — — — — — — — — — — — — —]Ι ὑ̣παρχ[ο]ν̣
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΙΤΗΣ τοῦ
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ενον τὸν
10 [— — — — — — — — — — — — — — — — — — — — — — — — — ἐ]νδόξοις καὶ
[— — — — — — — — — — — — — — — — — — — τῆι εἰς τὸν] δῆμον εὐνοίαι
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]ων χρημάτων
[— — — — — — — — — τὸ τῶν νέων γυμνάσιον — — — — —]δ̣ι κατεφθαρμέ-
[νον — — — — — — — καὶ — — — — — — — — — — — — — —]γεγονὸς ἄχρησ-
15 [τον — — — — — — — — — — — — — — — — — — —]Ιαιως περίπατον κατε-
[σκευακέναι — — — — — — — — — — — — — — —]Ι καὶ μάλιστα κατὰ τὰς
․․․․․ΙΙΕ̣[— — — — — — — — — — — — — — — π]ερίπατον τῆς πάσης ἐπι-
․․Τ̣ΕΙΑΣ ἀξίως [— — — — — — — — — — —]ον καλοῦ καὶ εὐσχήμονος τοῦ̣
․․․Τ̣Α πεποιῆσθαι̣ Λ̣[— — — — —]Λ̣ ὑπάρχοντος κονιστηρίου ὄντος π̣ο̣λ̣ὺ
20 [κατ]αδεεστέρου τῆς π̣ε̣[ρὶ τὸ γυμν]άσιον ἀξίας κατεσκευακέναι ἕτερον
[ἐκ τ]οῦ ἰδίου ποιήσαντα πρὸ αὐτοῦ ἐξέδραν μαρμαρίνην καὶ τὸ παρ’ αὐτὴν
[λο]υ̣τρὸν ὁμοίως μαρμάρινον, ἀπογράψαντα καὶ τὴν ἐπ’ αὐτῶι ὀρο-
[φὴν] κ̣αὶ τὰ κύκλωι τῶν τοίχων σανίσιν ἐξασφ̣α̣λισάμεν̣ο̣ν, ἐφ’ οἷς
[τὸν] δῆμον ἀποδεχόμενον αὐτοῦ τὸ μεγαλομερὲς καὶ μεγαλόψυ-
25 [χον κρί]ν̣ειν πρὸς ταῖς προγεγενημέναις αὐτῶι κ̣αλαῖς καὶ ἐπιφανέ-
[σιν τιμα]ῖ̣ς καὶ ἄλλα{ι}ς {²⁶ἄλλας}²⁶ ψηφισθῆναι τῶν γινομένων ἀδιαλείπτως εἰς τὴν
[πόλιν εὐερ]γεσιῶν ἀξίας πρὸς τὸ πα̣ισὶ παίδων παρ̣αδόσιμ̣ον γενέσθα̣ι
[τήν τε τοῦ] Διοδώρου διὰ προγόνων περὶ τῶν τῆς πατρίδος καλῶν καὶ σ̣[υ]μ̣-
[φερόντω]ν̣ σπο̣υδὴν καὶ τὴν τοῦ δήμου πρὸς αὐτὸν ἐπὶ δικαίοις τῆς χάρι-
30 [τος ἀπόδοσιν, ἀ]γαθῆι τύχηι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι ἐπῃνῆσθαί
[τε αὐτὸν ἐπὶ τ]οῖς προγεγραμμένοις καὶ ἐπὶ τῶι πατροπαράδοτ[ο]ν ἔ̣χ̣ον-
[τα τὸ μεγαλο]μερὲς καὶ φιλόδοξον μηδένα καιρὸν παραλείπειν τῶν ․․․ εἰς
[τὴν τῆς — —c.12-13— —]ς πόλεως εὐεργεσίαν διηκόντων καὶ στεφανω[θ]ῆναι αὐ-
[τὸν χρυσῷ σ]τεφάνῳ ἀριστείῳ, κατασκευασθῆναι δὲ αὐτῶι ἐν τῶι τ̣ῶν νέ-
35 [ων γυμνασ]ί̣ωι καὶ ἐξέδραν, εἰσπορευομένων ἀπὸ τοῦ σκιακοῦ ὡρολογ[ί]ο̣υ
[εἰς τὴν σ]τοὰν καθ’ ὃν τόπον ἐστὶν ὁ πρῶτος οἶκος, ὑπεγλυθέντος τ̣οῦ τοίχου
[καὶ ἀντε]νσταθέντων τῶν τε κιόνων καὶ τῶν παραστάδων μαρμ̣α̣ρίνων, ὁ-
[μοίως δ]ὲ καὶ τοῦ ἐπ’ αὐτῶν κόσμου καὶ τῆς εὐθυντηρίας, ἀπογραφε̣ί̣ση̣ς καὶ
[τῆς ὀροφῆς] καὶ γενομένου ἐν αὐτῶι(!) θωρακείου τῆς αὐτῆ̣ς λ̣[ιθείας], ἐγδ̣[ό]-
40 [σεως αὐ]τῆς καὶ τῶν ἄλλων ἔργων γενομένης καθ’ ἣν ἀντανῄρηται δια-
[γραφὴν ὁ ἀρχιτέ]κτων, ἐν ἧι ἀνατεθῆναι αὐτῶι ἄγαλμα μαρμάρινον, ὅπως
[οὗ φιλοτιμότατα πρ]ο̣ενόησεν τόπου πλε[ι]όνων ἀναδεξάμενος χρημάτω̣ν
[ἀνάλωμα τῆς τε ἐπισκ]ευῆς αὐτοῦ καὶ ἐπιθερα̣πείας ἕνεκεν, ἐν τούτωι κα[ὶ]
[αὐτὸς διὰ τούτου] τ̣οῦ ἀγάλματος σύνθρονος ἦ̣ι τοῖς κατὰ παλα̣ίστραν
45 [θεοῖς, γενομένης ἔμπροσθ]εν τοῦ ἀγάλματος ἐπ̣ιγραφῆς, ὅτι %⁹⁸ὁ δῆμ̣ος ἐτίμη-
[σεν Διόδωρον Ἡρώιδου Πά]σ̣παρον τὸν ἀρχιερέα καὶ διὰ γένους ἱερέα τοῦ
[Διὸς τοῦ μεγίστου καὶ δ]ι̣ὰ̣ προγόνων ὑπάρχοντα τῆς πατρίδος εὐεργέ-
[την, πάσης φιλοτιμίας ἕνεκεν] καὶ τῆς πρὸς τὴν πόλιν εὐνοίας καὶ
[γυμνασιαρχήσαντα καλῶς τῶν τ]ε̣ νέων καὶ πρεσβυτέρων ἐν τοῖς ἐννεα-
50 [καιεικοστοῖς Νικηφορίοις τοῦ στ]εφανίτου ἀγῶνος, ἀ̣χθ̣εῖσιν δὲ πρώτοις
[μετὰ τὸν πρὸς Μιθραδάτην] πόλεμον, τε[θεικότα κ]αὶ δι’ ἐνιαυτοῦ τοῖς πρε-
[σβυτέροις καὶ νέοις τό τε π]ρωινὸν ἄλειμ̣[μα καὶ τὸ δειλινὸν ἐν ὁ]λκείοις Ι
[— — — — — — — — — — — — —]․Λ̣Λ̣Α̣Τ̣[— — — — — — — — — — — — — — —]
b {²Es fehlen mehrere Zeilen.}²
1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]․․
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΤΗΣ
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]Ι̣Ε
5 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]․ΣΑΝ
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΜΠΗΝΥ
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΕΥΟΝ
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΩΝ
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΝΕ
10 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]․Ν
col. II.ad.1 [εἰσαγγ]ει̣λ̣άντ̣[ων ⌊τῶν σ⌋τρατηγῶν· ἐπεὶ Διόδωρος Ἡρώιδου ὁ διὰ γένους ἱερεὺς]
[τοῦ Διὸ]ς τοῦ ⌊μεγί[στου⌋ καὶ ἀρ]χ̣ι̣ερεὺς [ἐμ παντὶ διατελεῖ εὔχρηστον ἑατ]ὸ̣ν παρεχ[ό]-
[μ⌊ενος κ]αὶ τὸ⌋ν βέ̣[λτιστο]ν̣ τ̣ρόπον ἀεί τινος ἀγα̣θοῦ γείνεται τῇ πατρίδι
[⌊παραίτιο⌋ς] ὑ̣περ̣[τιθ]εὶς μὲν ἑατὸν τῇ πρὸς τὰ κοινὰ σπουδῇ καὶ φιλ⌊οτιμί⌋αι
5 [πάντα δὲ κίνδυν]ο̣ν̣ κ̣α̣ὶ κακοπαθίαν ἀνεκτὴν ἡγούμενος, ἣν εἰς τὸ τοῦ δή-
[μου καὶ] τ̣οῦ̣ θ̣ρ̣έ̣ψ̣αντος ἐδάφους θήσεται συμφέρον· ἐξ ὧν μαρτυρουμέ̣-
[νης τῆς κ]α̣λοκαγαθίας ἀληθινοῖς ἐπιτεύγμασιν θεωρῶν καὶ ὁ δῆμο̣ς ἐπαύ-
[ξοντα μὲ]ν αὐτὸν διηνεκῶς τὴν τῶν προγόνων ἀρετήν, διὰ πολλῶν δὲ καὶ με-
[γάλων ε]ὐεργεσιῶν ἐναποδικν̣ύμενος τὴν πρὸς τοὺς πολίτας εὔνοιαν, οὐ μό-
10 [νον ὅτι ὡ]ς πρότερον λέγων καὶ πράσσων τὰ συμφέροντα περὶ αὐτῶν κατω̣ι-
[κονομ]ήσατο κ̣αὶ ἐν τῇ πόλει καὶ ἐπὶ τῆς ξένης, πολυχρονίους ἀναδεξάμενος
[ἀποδη]μίας καὶ κινδύνους, ἀλλὰ καὶ ἀφ̣’ οὗ πάρεστιν ἐκ Ῥώμης, εἰς μὲν τὴν κατὰ
[τὸν ἴδιο]ν̣ βίον ἐπιμέ⌊λειαν μη⌋δὲ τὸν ἐλάχιστον εἰληφότα καιρόν, πάντα δὲ τοῦ-
[⌊τον εἰς τ]ὴν⌋ ὑπὲρ τῶν κ̣ο̣ινῶν πραγμάτων φροντίδα κατα⌊τεθειμένον κα⌋ὶ ἐν
15 [πολλο]ῖς καὶ μεγάλοις εὐεργετηκότα τὴν πό⌊λιν ἐκ τῆς παρὰ τοῖς⌋ ἡγουμένοις
[ἐντρ]οπῆς, ἀναγκαῖον καὶ δίκαιον ⌊ἡγήσατο μηδ’ αὐ⌋τὸς ἐγ χάριτος ἀποδόσει λει-
[φθ]ῆναι, γεινώσκων δὲ ⌊τοῖς ἀγαθοῖς⌋ ἀνδράσιν οὐδὲν μεῖζον ὑπάρχον ἀϊδίου
[μ]νήμης, ταύτης μὲν αὐτῷ μετέδωκαν {²sic}² δι’ ὧν ἐψηφίσατο τειμῶν ἔμπροσθεν να-
οῖς καὶ ἀγάλμασιν καὶ τῇ καθιερωμένηι πρὸς ἀθανασίαν τιμῇ ἰς αὐτὸν, βουλόμε-
20 νος δὲ καὶ νῦν, δι’ ὧν ἐπινοεῖ καὶ πρόθυμός ἐστιν ποιεῖν, μηδενὸς αὐτὸν ὑστερ̣εῖν
ὧν ἔχουσιν πρὸς δόξαν οἱ πρότερον γεγονότες τῆς πόλεως εὐεργέται, διὰ τὸ
μηδὲ τοῦτον ἔλασσον ἐκείνων εἰς τὴ̣ν τῶν πολιτῶν συμβεβλῆσθαι σωτηρίαν κέ-
κρικεν ἀποδ̣εχόμενος αὐτοῦ τὴν ἐν ἅπασιν ὑπὲρ τῶν κοινῶν σπουδὴν καὶ φιλο-
τιμίαν ἐμ μὲν πρυτανείωι τὸν ἱεροκήρυκα μετὰ Μάνιον Ἀκύλλιον ἐπεύχεσ-
25 θαι καὶ Διωδώρωι Ἡρώιδου Πασπάρωι εὐεργέτηι, ὁμοίως δὲ καὶ ἐν ταῖς ἀγομέναις
ὑπὸ τοῦ δήμου τριετηρίσιν καὶ πανηγύρεσιν, ὅταν αἱ σπονδοποιίαι γείνονται ἐν
τῷ θεάτρωι· προσφέρεσθαι δὲ αὐτῶι καὶ ἐν τῷ πρυτανείωι τὸν λιβανωτὸν καθό-
τι καὶ τῶι πρυτάνει, ἵνα καθάπερ παρὰ τῶν ἡγουμένων οὕτως καὶ παρὰ τῶν θεῶν αἰ-
τῆται τῷ δήμωι τἀγαθά̣· ἐπιθύειν δὲ αὐτὸν τὸν λιβανωτὸν ἔν τε ταῖς τριετηρίσιν
30 καὶ πανηγύρεσιν ἐν τῷ θεάτρῳ ἐν ταῖς σπονδοποιίαις προπορευόμενον ἐμ
μὲν ταῖς τριετηρίσιν μετὰ τοῦ ἱερέως τοῦ Διονύσου, ἐν δὲ ταῖς πανηγύρεσιν
μετὰ τοῦ ἀγωνοθέτου· στεφανοῦσθαι δὲ αὐτὸν διὰ παντὸς ἐν τῷ θεάτρωι
ἔν τε ταῖς πανηγύρεσιν καὶ τριετηρίσιν καὶ τοῖς λοιποῖς ἀγῶσιν, γενομέ-
νης τῆς ἀναγορεύσεως ὑπὸ τοῦ ἱεροκήρυκος τῶν π̣ροεψ̣ηφισμένων αὐτῶι
35 τιμῶν· ποιεῖσθαι δὲ δι̣ὰ παντὸς τὴν ἐπιμέλειαν τούτων ἐμ μὲν τῷ πρυτα-
νείῳ τὸν πρύτανιν, ἐν δὲ ταῖς τριετηρίσιν τὸν ἱερέα τοῦ Διονύσου, ἐν δὲ ταῖς
πανηγύρεσιν τὸν ἀγωνοθέτην, τὸν δὲ γραμματέα τοῦ δ̣ήμου καὶ ἐν τοῖς
λοιποῖς ἀγῶσιν ὅπως ὡς ἐν τῷ λοιπῷ χρόνωι γέγονεν τῆς πόλεως ἀγα-
θὸς κηδεμὼν, καὶ νῦν ἰσοθέων ἠξιώμενος τιμῶν ἐκτενέστερος γίνη-
40 ται τῇ προθυμίᾳ κομιζόμενος τῶν εὐεργεσιῶν ἀξίας τὰς ἀμοιβάς· ἀγα-
θῇ τύχῃ καὶ ἐπὶ τῇ πάντων σωτηρίαι· δεδόχθαι τῆι βουλῆι κ⌊αὶ τῶι δ⌋ήμωι,
δεδόσθαι τὰς προγεγραμμένας τιμὰς Δ⌊ιοδώρωι⌋ Ἡ̣ρώιδου Πασπάρωι
εὐεργέτηι, ἃς καὶ φυλάσσεσ⌊θαι πρὸς⌋ τὸν αἰῶνα ἐπ’ εὐτυχίᾳ καὶ <εἰ>ρήνῃ τῆς πό⌊λεως⌋.
Ε̣Ι̣Ι̣ΓΙ̣Ω․․ Στρ̣άτ⌊ωνος⌋ #⁷Ο#⁷Η#⁷#⁷#⁷ΤΕ̣ϹΟ#⁷ΕΛΕΑΙϹΤΝΣΛ․․․Ο̣ϹΤΗΣΔΙΛΙΙΣ̣Ι̣ΙΙ̣ΙΙΣΙΙΛΙϹ#⁷
45 εἰσαγγειλάντων τῶν στρατηγῶν εἰς τὴν βουλὴν κ̣α̣ὶ τὸν δῆμον περὶ τοῦ
τῶν πολιτῶν τηρούντων διὰ παντὸς τὸ πρὸς τοὺς τῆς πόλεως γεγονότας
εὐεργέτας εὐχάριστον κατ’ ἀξίαν τῶν γεγονότων ἑκάστῳ ψηφιζομένων
φιλανθρώπων, Διοδώρου τε τοῦ Ἡρώιδου Πασπάρου τοῦ γυμνασιάρχου πολ-
λὰς καὶ μεγάλας δεδωκότος ἀποδείξεις ἐν τοῖς ἀναγκαιοτάτοις καὶ κατε-
50 πείγουσιν καιροῖς τῆς εἰς τὴν πατρίδα φιλοδοξίας τε καὶ εὐνοίας καὶ προσεπευ-
ξηκότος διὰ τῶν ἀδιαλείπτως ὑπ’ αὐτοῦ συντελουμένων ἐπ’ εὐεργεσίᾳ τῆς πο-
λεως τὴν προγονικὴν ἀρετὴν καὶ τὴν περὶ τῶν τῷ δήμῳ συμφερόντων σπουδήν,
ἀεί τι καὶ λέγοντος καὶ πράσσοντος ὑπὲρ τῶν τῆς πατρίδος καλῶν καὶ ἐνδόξων,
διὸ δὴ καὶ τὸν δῆμον θεωροῦντα τὸ καθ’ ὑπέρθ̣εσιν αὐτοῦ μεγαλομερὲς
55 καὶ φιλόδοξον, καὶ προαιρούμενον τὰς καταξίας ἀρχ[ὰ]ς τῶν τε προπεπραγμέ-
νων εἰς τὴν πατρίδα δ[ι]ὰ τοῦ παντὸς βίου κατὰ τὸ κάλλιστον καὶ τῶν μόνον οὐκ ἀ-
εὶ καθ’ ἡμέραν συντελουμένων ἐπὶ σωτηρίαι καὶ ὁμονοίαι τοῦ πολιτεύματος κρεῖ-
ναι, πρὸς ταῖς προγεγενημέναις αὐτῶ̣ι̣ τιμαῖς καὶ ἑτέρας ἐπιφανεστέρας ψηφί-
σαι κ̣αὶ πρὸς τὸ δ̣ι̣’ αἰῶνος μνημονευτὴν γενέσθαι τήν τε τοῦ Διοδώρου δικαιο-
60 σύνην καὶ ἀρετὴν καὶ τὸ το̣ῦ δήμου πρὸς αὐτὸν ἐπί τε τοῖς προγεγραμμένοις
καὶ ἀκμὴν ἐπ’ εὐεργεσίαι διοικουμένοις εὐχάριστον, καὶ ἐπεὶ τοῦ τῶν νέων
γυμνασίου κατεφθαρμένου τελείως γενόμενος καθάπερ εἴ τις δεύτερος
κτίστης, προενόησεν φιλοτιμότατα τοῦ τε περὶ αὐτὸ κόσμου καὶ τῆς ἐπιθ[ε]-
ραπείας καὶ ἐπισκευῆς αὐτοῦ πλειόνων χρημάτων ἀναδεξάμενος ἀνά[λω]-
65 μα, ἐν τούτωι καθιερῶσαι ἄγαλμα μαρμάρινον αὐτοῦ κατασκευασθείσ[ης]
ἐξέδρας μαρμαρίνης καὶ ἐν αὐτῆι γενομένου θωρακείου ὁμοίως μαρ[μα]-
ρίνου ὃν τρόπον τὰ ἐπὶ μέρους δι’ αὐτοῦ τοῦ ψηφίσματος δηλοῦται· ὁ δ̣[ὲ Δι]-
όδωρος φυλάσσων τὸ προγονικὸ̣ν ἀξίωμα καὶ κατὰ πάντα τῆι τῶν πατέ[ρων]
προαιρούμενος ἐπακολουθεῖν πρὸς πᾶν τὸ καλὸν αἱρέσει, παρελθὼν εἰ̣[ς τὴν]
70 ἐκκλησίαν οὖσαν ἀρχαιρετικὴν, τὴν μὲν τιμὴν ἔφησεν ἀποδέχεσθα[ι τόν]
τε δῆμον τοῦ εἰς αὐτὴν δαπανήματος παραλύσας αὐτὸς αὐτὴν [ἐπι]-
τελέσειν, ποιούμενος ἐκ τοῦ ἰδίου τὰ δα̣πα̣νήματα, β̣ουλόμενος [δὲ τὴν]
ἔ̣γδοσιν τῶν ἔργων ποιεῖσθαι κατὰ τὴν ὑπογεγραμμένην διαγραφὴν̣ [— — —]
[— — —] ο̣ἱ μὲν̣ πρ̣ογραψάμενοι ἐπα̣[νε]ν̣εγκεῖν τόδε τὸ ψήφισμα ἐφ̣’ [— — —]
75 [— — —]#⁷․․ΤΙΣ̣ τὰ μὲν̣ Λ̣[—c.7-8—]ΕΙ κύρια κατὰ τῶν ποιησα#⁷[— — —]
[— — — —]Ε̣․Ι․․Π̣Ο̣Τ̣Ο̣․․․Ι̣Ο̣․․[— —c.10-11— — το]ῦ̣ πρότερον ψηφίσμα[τος — — —]
[— — — — — — — — — — — — — — — — — — — — ἐκ τῶν ἰ]δ̣ίων καὶ ἄγαλ̣[μα — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — γυμν]α̣σ̣ιάρχου ΤΟ[— — —]
[— — — — — — — — — — — — — — — — — — — — — —]Ν̣ΕΩΣΑ̣[— — —]
bc {²Es fehlen mehrere Zeilen.}²
1 ․ΕΣΘΕΙΣ․[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
τῶν τιμῶν ․[— — — — — — — — — — — — — — — — — — — — — — — — —]
ται δὲ τὴν ἀν[— — — — — — — — — — — — — — — — — — — — — — — —]
τε ἰδίων αὐτο[— — — — — — — — — — — — — — — — — — — — — — — —]
5 ἄλλων συγγενῶ[ν — — — — — — — — — — — — — — — — — — — — — —]
ὧν ἂν δοκιμάζῃ Ο#⁷[— — — — — — — — — — — — — — — — — — — — —]
τῶν ὑπὸ τοῦ πατρὸς α[ὐτοῦ — — — — — — — — — — — — — — ἀγαθῆι]
τύχηι δεδόχθαι τῆι β[ουλῆι καὶ τῶι δήμωι — — — — — — — — — —]
σαι τὰ διὰ τοῦ ψηφίσμα[τος — — — — — — — — — — — — — — — — —]
10           Ἀπολλωνι[— — — — — — — — — — — — — — — — — — — —]
εἰσαγγειλάν̣των τῶν στρατ̣[ηγῶν εἰς τὴν βουλὴν καὶ τὸν δῆμον περὶ τοῦ]
Διόδωρον Ἡρώιδου Πάσπαρ[ον — — — — — — — — — — — — — — — — —]
ἀρχὴν ἀξίως τῆς τε πόλεως κα[ὶ — — — — — — — — — — — — — — —]
τα δὲ καὶ τοῦ περὶ τὸ γυμνά̣σ̣ιον κόσ[μου — — — — — — — — — εὐ]-
15 εργέτας τιμῆς τὸν πάντ[α] ποιούμενο̣[ν — — — — — — — — — — —]
ἐκ τοῦ ἰδίου καὶ τὰ κατὰ τ[ο]ὺς ἀγῶνας [— — — — — — — φιλο]-
δόξως ἐμφανίζειν περὶ τοῦ [κ]αθιδρυμένου̣ [ἀγάλματος — — — —]
κ̣α̣ὶ Φιλεταίρου τοῦ Εὐεργέ̣του καὶ τοῦ ΑΝ̣[— — — — — — — — — —]
[Ἀττάλου τοῦ Φιλ]ομήτορ̣ο̣[ς] β̣ασιλέως κατε̣[— — — — — — — —]
20 [— — — — — — — — — — — — — — ἐ]πιθεραπείαν π̣[— — — — — — —]
[— — — — — — — — πρὸ]ς τοὺς γεγον[ότας — — — — — — — — — —]
[— — — — — — — — — — — — — —]Ε̣ τὴμ πᾶσαν Ε[— — — — — — — —]
[— — — — — — — — — — — — — — — —]ΤΙΜΙΑΕΝΤ̣[— — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — —]ΤΩ[— — — — — — — — — —]
Search Help
Contact Us