1 | θεοί. |
ἐπὶ Ξενοκλέους ἄρχοντος ἐπὶ τῆς Οἰνεῖδος δωδεκάτης πρυτα- | |
νείας, ἧι Σθενέδημος Ἀσκ<λ>ηπιάδου Τειθράσιος ἐγραμμάτευεν· | |
Σκιροφοριῶνος ἕνει καὶ νέαι, μιᾶι καὶ τριακοστεῖ τῆς πρυ[τανείας]· | |
5 | ἐκκλησία σύγκλητος ἐν τῷ θεάτρωι κατὰ ψήφισμα ὃ Ἀρισ[τ — —] |
Σημαχίδης εἶπεν· τῶν προέδρων ἐπεψήφιζεν Ἀλεξίδημο[ς — —] | |
κου ἐκ Κοίλης καὶ συμπρόεδροι· v ἔδοξεν τῆι βουλῆι καὶ τῶι [δήμωι]· | |
Ἀρτέμων Πολυμήλου Πειραιεὺς εἶπεν· ἐπειδὴ Δίοδωρος φ[ίλος] | |
ὑπάρχων τῶι βασιλεῖ Εὐμένει καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ [ἐν τοῖς] | |
10 | μάλιστα τιμώμενος ὑπ’ αὐτῶν καὶ προαγόμενος εὔνους [ἐστὶν] |
κοινεῖ τε τῶι δήμωι λέγωγ καὶ π[ράτ]των ὑπὲρ τῆς πόλεως ἀγ[αθὸν] | |
ὅτι ἂν δυνατὸς ἧι καὶ κατ’ ἰδίαν [ἀεὶ] τοῖς ἐντυγχάνουσιν αὐ[τῶι] | |
τῶμ πολιτῶν εὔχρηστον ἑαυτ[ὸν] παρασκευάζει τοῖς τ[ε πεμ]- | |
πομένοις ὑπὸ τοῦ δήμου πρεσ[βε]υταῖς συναγωνιζόμε[νος] | |
15 | [ἐκτ]ενῶς διατελεῖ, ὑπὲρ ὧγ καὶ ἀ[πο]μεμαρτύρηται αὐτ[ῶι πλε]- |
[ονάκις· v ὅπ]ως οὖγ καὶ ὁ δῆμο[ς φ]αίνηται τιμῶν τ[οὺς ἀπο]- | |
[δεικνυμένους] τὴμ πρὸς ἑαυτὸ[ν εὔν]οιαν v ἀγαθε[ῖ τύχει] | |
[δεδόχθαι τεῖ βουλεῖ] τοὺς λαχόν[τας προέδ]ρους ε[ἰς τὴν ἐπι]- | |
[οῦσαν ἐκκλησίαν κτλ. — — — — — — — — — — — — — — — — — —] |
IG II²
945