IG II² 945
[ ] Att. — non-stoich. — 168/7
See also:
1 θεοί.
ἐπὶ Ξενοκλέους ἄρχοντος ἐπὶ τῆς Οἰνεῖδος δωδεκάτης πρυτα-
νείας, ἧι Σθενέδημος Ἀσκ<λ>ηπιάδου Τειθράσιος ἐγραμμάτευεν·
Σκιροφοριῶνος ἕνει καὶ νέαι, μιᾶι καὶ τριακοστεῖ τῆς πρυ[τανείας]·
5 ἐκκλησία σύγκλητος ἐν τῷ θεάτρωι κατὰ ψήφισμα ὃ Ἀρισ[τ — —]
Σημαχίδης εἶπεν· τῶν προέδρων ἐπεψήφιζεν Ἀλεξίδημο[ς — —]
κου ἐκ Κοίλης καὶ συμπρόεδροι· v ἔδοξεν τῆι βουλῆι καὶ τῶι [δήμωι]·
Ἀρτέμων Πολυμήλου Πειραιεὺς εἶπεν· ἐπειδὴ Δίοδωρος φ[ίλος]
ὑπάρχων τῶι βασιλεῖ Εὐμένει καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ [ἐν τοῖς]
10 μάλιστα τιμώμενος ὑπ’ αὐτῶν καὶ προαγόμενος εὔνους [ἐστὶν]
κοινεῖ τε τῶι δήμωι λέγωγ καὶ π[ράτ]των ὑπὲρ τῆς πόλεως ἀγ[αθὸν]
ὅτι ἂν δυνατὸς ἧι καὶ κατ’ ἰδίαν [ἀεὶ] τοῖς ἐντυγχάνουσιν αὐ[τῶι]
τῶμ πολιτῶν εὔχρηστον ἑαυτ[ὸν] παρασκευάζει τοῖς τ[ε πεμ]-
πομένοις ὑπὸ τοῦ δήμου πρεσ[βε]υταῖς συναγωνιζόμε[νος]
15 [ἐκτ]ενῶς διατελεῖ, ὑπὲρ ὧγ καὶ ἀ[πο]μεμαρτύρηται αὐτ[ῶι πλε]-
[ονάκις· v ὅπ]ως οὖγ καὶ ὁ δῆμο[ς φ]αίνηται τιμῶν τ[οὺς ἀπο]-
[δεικνυμένους] τὴμ πρὸς ἑαυτὸ[ν εὔν]οιαν v ἀγαθε[ῖ τύχει]
[δεδόχθαι τεῖ βουλεῖ] τοὺς λαχόν[τας προέδ]ρους ε[ἰς τὴν ἐπι]-
[οῦσαν ἐκκλησίαν κτλ. — — — — — — — — — — — — — — — — — —]
Search Help