[ ]
Mys. — Pergamon — 75-50 BC — IGR 4.292 — Müller, Dekrete (unpubl., 1997) [09]
1 | ․․․․εμωνος πολυετῆ̣ χρόνον κ[ατέμεινεν(?) καὶ ἐν ἐλάσσονι θέμενος τὰ καθ’ αὑτὸν τοῦ τῆι] |
[πατ]ρίδι συμφέροντος τὰ μέγιστα̣ [ἀγαθὰ κατειργάσατο κοινῆι τε τῆι πόλει καὶ ἰδίαι(?)] | |
τ̣οῖς τὴν ἐπαρχείαν κατοικοῦσιν ἑκά̣[στωι· ἐφρόνισεν δὲ καὶ περὶ συμβολαίων ἀφέσεως(?)] | |
καὶ περὶ ἐλαφροτοκίας τῷ πάντας τοὺς [χρεωφειλέτας τοὺς μὲν ἤδη(?) παντελῶς διαφθα]- | |
5 | ρῆναι, οὓς δὲ ἀπολωλεκέναι τοὺς βίους, [τοὺς δὲ λοιποὺς πάνυ στενοχωρεῖσθαι διὰ τὸ] |
μεγάλους πράσσεσθαι τοὺς τόκους· ἀπέλυσε̣[ν δὲ καὶ τοὺς κατοικοῦντας τὴν ἐπαρχεί(?)]- | |
αν τῆς γεινομένης ἀνδροληψίας ἐκ τῶν ΚΥΙ̣[— — — καὶ τῆς τῶν στρατο]- | |
πέδων παραχειμασίας, ὅπως ἡ πόλις ἀπαρεν[όχλητος τὸ λοιπὸν διαμείνηι ἢ τοὐλάχιστον(?)] | |
ἔσται τις τῶν παρενοχλουμένων ἐπίστασις· ὁμ[οίως δὲ ἀπέλυσεν τὴν πόλιν ἡμῶν καὶ τῶν] | |
10 | εἰς ταύτας δαπανημάτων καὶ τῆς τῶν λόγων εἰσ̣[— — — καὶ πασῶν τῶν ἐπιταγῶν(?) τῶν ἐ]- |
κτὸς τῶν φόρων ἐπιτασσομένων, ὥστε καὶ ἐν τούτω[ι κουφίζεσθαι(?) τὴν πόλιν(?), ἀπηλλάχ]- | |
θαι δὲ καὶ τῶν κενῶν συγγραφῶν καὶ μετὰ βίας καὶ ἀν[άγκης συνωμολογημένων(?)· ἀνεκτήσα]- | |
το δὲ καὶ τοὺς βίους τῶν ἀνειρημένων ὑπὸ Μιθραδά̣[του — — — — — — — — — —] | |
ἐν τῷ πολέμωι, ἐξ ὧν ἀφόρητος ἐπηκολούθει τῆι πόλει κί[νδυνος· τῶν δὲ πεπραγμένων] | |
15 | ἀγαθῶν ὑπ’ αὐτοῦ μεγάλων καὶ σωτηρίων ὄντων καὶ οὐ μ[όνον τῆι τῶν ὑπ’ αὐτοῦ εὐεργετη]- |
μένων πόλει, πάσῃ δὲ τῆι ἐπαρχήαι, ὁ δῆμος κατ’ εὐχὴν ἡγήσ̣[ατο εἶναι τὴν εἰς τὴν πατρί]- | |
δα γεινομένην ἐπάνοδον αὐτοῦ, κυρώσας ψήφισμα τῆς ἀρε[τῆς αὐτοῦ καὶ τῶν πεπρα]- | |
γμένων ἄξιον, εὐχαρίστησέν τε τοῖς θεοῖς παραστήσας αὐτο[ῖς θυσίας ὡς καλλίστας] | |
καὶ δεξιωσάμενος μετὰ πάσης προθυμίας ἔκρεινεν τὸν ἄνδ[ρα ἀνυπερβλήτοις ἀρε]- | |
20 | ταῖς κεκοσμημένον ταῖς μεγίσταις τιμαῖς καὶ πρὸς αἰώνιον μνήμ[ην ἀνηκούσαις] |
τιμῆσαι· διὸ ἀγαθῆι τύχηι καὶ ἐπὶ σωτηρίαι τῆς πόλεως δεδόχθαι̣ [τῆι βουλῆι καὶ] | |
τῶι δήμωι ἐπηνῆσθαί τε Διόδωρον ἐπὶ τοῖς προγεγραμμένοις κ̣[αὶ ἐπὶ τῶι ἀπὸ] | |
προγόνων εὐεργέτην ὄντα καὶ πολιτευόμενον καλῶς τῶν μεγίσ[των ἀγαθῶν] | |
παραίτιον γεγονέναι τῆι πατρίδι καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάν[ωι ἀριστείωι] | |
25 | καὶ ἰκόνι χρυσῆι καὶ ἄλληι ἐφίππωι καὶ ἄλλῃ χαλκῆι κολοσσικῆι στεφανου[μένηι ὑπὸ] |
τοῦ δήμου καὶ ἄλληι ἐφίππωι καὶ ἀγάλματι μαρμαρίνωι, ὧν καὶ γενέσ[θαι τὰς ἀνα]- | |
θέσεις ἐν οἷς ἂν αὐτὸς κρείνηι τῶν ἱερῶν καὶ δημοσίων τόπων, τῶν μὲν χρ[υσῶν ἐπὶ στυ]- | |
λίδων μαρμαρίνων, τῶν δὲ χαλκῶν ἐπὶ βημάτων ὁμοίως μαρμαρίνων, τοῦ δὲ ἀ[γάλ]- | |
ματος ἐν τῷ κατασκευασθησομένωι ναῶι, γενομένης ἑπιγραφῆς ἐπ’ αὐτῶν [ὅτι "ὁ] | |
30 | δῆμος ἐτίμησεν Διόδωρον Ἡρώιδου, τὸν διὰ γένους ἱερέα τοῦ Διὸς τοῦ μεγίσ[του] |
καὶ ἀρχιερέα, γεγονότα διὰ προγόνων εὐεργέτην καὶ πολλὰ καὶ μεγάλα εὐεργετήσ[αν]- | |
τα τὴν πατρίδα"· παρασταθῆναι δὲ καὶ παρ’ ἣν ἂν βούληται τῶν εἰκόνων ἢ τὸ ἄγαλμα σ[τή]- | |
[λ]ην λίθου λευκοῦ, εἰς ἣν ἀναγράψαι τόδε τὸ ψήφισμα· καλεῖσθαι δὲ αὐτὸν καὶ εἰς προεδρί[αν] | |
ἐμ πάσαις ταῖς πανηγύρεσιν καὶ τριετηρίσιν καὶ Παναθηναίοις καὶ τοῖς ἄλλοις ἀγῶσιν· ἐπ[ι]- | |
35 | θ̣ύειν δὲ αὐτὸν καὶ τὸν λιβανωτὸν ἔν τε ταῖς βουλαῖς καὶ ταῖς ἐκκλησίαις ταῖς ἐννόμο[ις], |
[ὅταν] παρ̣ατυγχάνηι· εἶναι δὲ καὶ τὴν ὀγδόην τοῦ Ἀπολλωνίου μηνὸς ἱεράν, ἐν ᾗπερ ἀπὸ τῆ[ς] | |
[πρε]σβεί[α]ς εἰς τὴν πόλιν εἰσῆλθεν· γενέσθαι δὲ καὶ φυλὴν αὐτοῦ ἐπώνυμον συγγενικὴν πρ[οσ]- | |
[ηγ]ορίαν̣ [ἔ]χουσαν Πασπαρηίδα· καθίστασθαι δὲ αὐτοῦ καὶ ἱερέα ἐν ταῖς ἀρχαιρεσίαις, ὅταν | |
καὶ οἱ ἄλλ[ο]ι̣ ἱερεῖς τῶν εὐεργετῶν, καὶ ἐπιγράφεσθαι ἐπὶ τῶν συνχρηματιζομένων μετὰ | |
40 | τὸν Μαν[ίο]υ ἱερέα, φυλασσομένης καὶ ταύτης τῆς τιμῆς εἰς τὸν ἅπαντα χρόνον· ἀνεῖναι δ[ὲ] |
αὐτοῦ κ[αὶ τ]έμενος ἐν Φιλεταιρείαι, ὀνομάσαντας Διοδώ{δω}ρειον {²⁶Διοδώρειον}²⁶, ἐν ὧι κατασκευασθ̣[ῆναι] | |
ναὸν λίθ̣[ου] {²ca. 5-6 vac.}² λευκοῦ, εἰς ὃν ἀνατεθῆναι τὸ ἄγαλμα· ἐν ᾗ δ’ ἄν ἡμέραι γίνηται ἡ καθιέρ[ωσις] | |
αὐτοῦ στ̣[αλῆν]αι πομπὴν ἐκ τοῦ πρυτανείου εἰς τὸ τέμενος αὐτοῦ πομπευόντων [τοῦ τε] | |
πρυτάν[εως καὶ] τ̣ῶ̣[ν ἱ]ε̣ρέων καὶ βασιλέων καὶ τοῦ γυμνασιάρχου μετὰ τοῦ ὑπο[γυμνασι]- | |
45 | [άρχου καὶ τῶν ἐφήβων] καὶ τῶν παιδονόμων μετὰ τῶν παίδων, συμπομπευόν[των δὲ καὶ] |
[Διοδώρου μετὰ τ]ῶ̣ν παίδων, παρασταθείσης θυσίας ὡς καλλίστης ἐπ̣[— — — —] | |
[— — — — — — — — — —]ας παίδων τε καὶ ἐφήβων καὶ ἀνδρῶν, τοῖς δὲ [— — — —] | |
[— — — — — — — — — —]ς μερισθέντων εἰς τὰ ἔπαθλα τῶν ἀπὸ τῆς [θυσίας — —] | |
[— — — — — καθ’ ἕκασ]τ̣ον ἐνιαυτὸν ἐν τῇ αὐτῇ ἡμέραι, ὅταν [— — — — — — —] | |
50 | [— — — — — — — — — — — — —] εὐγήρως τοὺς διαδεξαμένου[ς — — — — — — — —] |
[— — — — — — — — — — — — — —]ια̣ν ἀπολιπὼν εἰς τὸ χρεὼν̣ [— — — — — — — —] | |
[— — — — — — — — — — — ἐν τῇ ἐν Φιλ]ε̣ταιρείαι ἀγωρᾶι ἐὰμ [— — — — — — —] | |
[— — — — — — — — — — γενομέν]ης ἐπιγραφῆς ὅτι %⁹⁸ὁ̣ [δῆμος ἐτίμησεν — —] | |
[— — — — — — — — — — — — — — — — —] τὴν ἀναγόρε̣[υσιν — — — — — — — — —] | |
55 | [— — — — — — — — — — — — — — — — —]Ι̣ γεγονὸς [— — — — — — — — — — — —] |