[ ] Mys. — Pergamon — 75-50 BC — OGIS 764; IGR 4.294 — Müller, Dekrete (unpubl., 1997) [05]
1 [— —]Ο[— — — — — — — —]
[․․․] ἁπλότητα τῶν [․․․․․]Ν[․]Ε[— — — — — —]
[κ]αθίδρυται· [πρ]ὸς [δὲ] τὰς κατεπιγούσας τῆι [πόλει χρείας — — — — πρεσ]-
βυτέροις καὶ τοῖς ἐλευθέροις παισὶν τὸ ἄλειμμα δι’ ὅλης [τῆς ἡμέρας — — — —, διὰ δὲ ὅλου τοῦ ἐνιαυ]-
5 [τ]οῦ τοῖς ἀλειφομένοις ἐν τῶι πανηγυρικῶι γυμνασίωι τίθεσθ[αι ἔλαιον ἐκέλευσεν ἐκ τῶν ἰδίων — — καθηκόντων δὲ γίνεσθαι τῶν]
μυστηρίων κατὰ τὰ πάτρια τοῖς μεγάλοις θεοῖς Καβείροις κα[ὶ — — — — — ἧι]-
περ ἐπιβάλλον ἦν ἡμέραι τὴν τῶν ἐφήβων μύησιν ἐπιτε[λεῖσθαι, ἐπετέλεσε τὴν μύησιν — — — — καὶ οὐκ ἐάσας αὐτοὺς]
τὰ πρὸς τὴν τελετὴν ἀνήκοντα πάντα παρ’ ἑαυτῶν προσενε[γκεῖν μόνος ἀνεδέξατο, ὥστε καὶ δοῦναι τὸ καθῆκον ἀνάλωμα πρὸς τὸ συντελεῖν τοῖς]
θεοῖς τὴν θυσίαν διπλασίονα τό τε τῆς μυήσεως ἕνεκεν ἀθρο[ισθὲν διάφορον — — — — — —· συνετέλεσεν δὲ καὶ τὰ ἄλ]-
10 λα τὰ νομιζόμενα πάντα πρῶτος καὶ μόνος καὶ τῆς τοιαύτης [— — —]
[τ]ύχην ἀγαθοῖς αὐτὸν κεκοσμῆσθαι· τὰ δ’ αὐτὰ καὶ Ῥωμαίων τοῖς μ[υηθεῖσι μετέδωκε — — — — — — καὶ ταῖς πα]-
ραγεγενημέναις θεωρίαις εἰς τὰ Νικηφόρια καὶ μυηθείσαις κα[ὶ ἀμυήτοις — — — — καὶ τοῖς ἄλλοις ξένοις τοῖς παραγεγενη]-
μένοις καὶ τοῖς ἄρχουσιν πᾶσιν καὶ βουλευταῖς καὶ τοῖς νενικη[κόσι τοὺς στεφανίτας ἀγῶνας — — — — — καὶ]
τοῖς παιδευταῖς καὶ τοῖς ἄλλοις πολίταις πᾶσιν τοῖς συνελθοῦσιν [πρὸς τὴν τελετὴν τῶν μεγάλων θεῶν Καβείρων, μηδένα βουλόμενος καθυστερεῖν τῆς]
15 τῶν ὑπ’ αὐτοῦ συντελουμένων ἱερῶν μεταλήψεως· τῆι τε πέμπτη[ι τοῦ — — — — μηνὸς — — — παρασταθεισῶν καὶ ἄλλων θυσι]-
ῶν ὑπ’ αὐτοῦ, τοῦ καθήκοντος γίνεσθαι τῶι Ἀριστωνίδαι ἐναγισμ[οῦ ἐπεμελήθη — — — — — παράδειγμα παρέχων]
δυσεπίβλητον ἑτέροις· τοῖς τε γὰρ μεταλαβοῦσιν ἀπὸ τῶν ἐν τοῖς [Καβειρίοις γενομένων ἱερῶν δεῖπνον παρέσχεν καὶ τοῖς ἀλειφομένοις]
ἐν τῶι τῶν νέων γυμνασίωι καὶ πολίταις καὶ ξένοις καὶ τῆι γε[ρουσίαι καὶ — — — καὶ τοῖς ἄλλοις ἄρχουσιν πᾶ]-
σιν καὶ Ῥωμαίων τοῖς ἐπιδημοῦσιν καὶ τοῖς ἐλευθέροις παισίν· τοῦ [δὲ θεοῦ βασιλέως Εὐμένου καὶ τοῦ θεοῦ Ἀττάλου καὶ τοῦ Φιλεταί]-
20 ρου τοῦ Εὐεργέτου καὶ τοῦ Ἀττάλου τοῦ Φιλομήτορος βασιλέως ἀγά[λματα ἀνατιθέναι — — — — — — χρεὼν ἡγη]-
σάμενος εἶναι διὰ τὸ τοῦ δήμου πρὸς τοὺς γεγονότας εὐεργέτας ε[ὐχάριστον — — καὶ οὐ μόνον πᾶν τὸ λειπόμενον διὰ τὸ χρείαν εἶ]-
[ν]αι πλειόνων χρημάτων ἀναδεξάμενον ἀνάλωμα ἀλλὰ καὶ [— — — — — καὶ ἐπιμελη]-
[θ]εὶς καὶ τούτων ὡς ἐπεδέχετο κάλλιστα καὶ παραστήσας θυσίαν αὐτοῖς [ὡς καλλίστην μετέδωκεν ἀπ’ αὐτῆς εἰς ἔπαθλα τοῖς τε ἐφήβοις]
καὶ νέοις εἴς τε διαδρομὰς καὶ τοὺς διὰ τῶν ὅπλων ἀγῶνας· βουλόμενος δὲ [— — — τοῖς τε νομιζομένοις κατὰ τὰ πάτρια]
25 [ἐπ]ακολουθεῖν καὶ ἀγαγεῖν εἰς ἀνανέωσιν τὰ διὰ τοὺς καιροὺς ἐπεισχημένα χάριν το[ῦ — — — — — — — ὑπ’ αὐ]-
τοῦ συντελεσθέντων ἐν τῆι γυμνασιαρχίαι σὺν τοῖς ἄλλοις, οἷς κἀκεῖνος φιλοδ[οξήσας — — — — καὶ ἐπαγγειλάμενος]
[π]οιῆσαι καὶ τὰ κριοβόλια τῆς τῶν ἐφήβων μεταπαιδιᾶς πρὸς ἀλλήλους ἕνεκεν [— — καὶ παραστήσας κριὸν ὡς κάλλιστον κεχρυσω]-
μένον τὰ κέρατα χάριν κρατηθέντος ὑπὸ τῶν νέων αὐτοῦ καὶ καλλιερηθέ[ντος — — — διένειμεν δὲ τὰ]
ἀπὸ τῆς θυσίας εἰς ἔπαθλα τοῖς τε ἐφήβοις καὶ νέοις εἴς τε διαδρομὰς καὶ τοὺς διὰ τῶν ὅ[πλων ἀγῶνας, κατέστησε δὲ καὶ τὴν ἡμέραν, καλλίστην]
30 ἡγησάμενος εἶναι τὴν ὀγδόην τοῦ Ἀπολλωνίου μηνὸς, ἐν ἧι τελέσας ἐπιτυχῶς ἐν Ῥ̣[ωμῇ τὴν πρεσβείαν — — εἰσῆλ]-
θεν εἰς τὴν πόλιν, ἱεράν τε αὐτὴν ψηφισάμενος ὑπάρχειν διὰ παντὸς καὶ τἆλλα ἐ[πεδέξατο τὰ γεγραμμένα καὶ ὅσα διὰ τοῦ γεγενημένου ἐν τῶι ἐπὶ Ἀ]-
ριστοβούλου τοῦ Βίωνος τοῦ καὶ Τεύθραντος ἐνιαυτῶι ψηφίσματος κατακεχώρισται, [καὶ — — — — ἐν τῆι ἐξέδραι τοῦ γυμνασί]-
ου τῷ καθιερωμένωι αὐτοῦ ἀγάλματι, καὶ παρασταθείσης θυσίας παρὰ τῆς πόλεως μ[ετέδωκεν ἀπ’ αὐτῆς τοῖς γυμνασίοις εἴς τε διαδρομὰς τῶν παί]-
δων τε καὶ ἐφήβων καὶ ἀνδρῶν καὶ τοὺς διὰ τῶν ὅπλων ἀγῶνας μερισθέντων εἰς τὰ ἔπαθλα τῶν [— — — — — — ποιησα]-
35 μένων τὴν ἐνδημίαν. τῶν δὲ νέων τηρούντων τὸ πρέπον καὶ τὸ πρὸς αὐτὸν εὐχάριστον διὰ τὸ τῆς ἀγ[ωγῆς καὶ παιδείας αὐτῶν ἐπιμεληθῆναι καὶ φιλο]-
τιμότατα καθιδρυκότων τὸ ψηφισθὲν ὑπ’ αὐτῶν ἄγαλμα ἐν τῆι ἐξέδραι ἐν ἧι τὸ τοῦ Φιλεταίρο[υ ἄγαλμα καθίδρυται — — — — παρίσ]-
τασθαι μὲν ὑπ’ αὐτοῦ καὶ ὑπὸ τὸν τῆς ἀναθέσεως καιρὸν θυσίαν ὡς καλλίστην, τεθέν[τος δὲ καὶ τοῦ ἀλείμματος δι’ ὅλης τῆς ἡμέρας ἐλαίου ἠρωμα]-
τισμένου καὶ τὰς διαδρομὰς γεγονέναι καὶ τοὺς διὰ τῶν ὅπλων ἀγῶνας προαιρεῖσθ[αι — — — — — — καὶ πα]-
ραστήσας θυσίας ὡς καλλίστας τῶι τε Φιλεταίρωι καὶ Ἀττάλωι τῶι Φιλομήτορι βασιλεῖ καὶ τῶι το[ύτου πατρὶ θεῶι Εὐμένει ἐν τῶι βωμῶι τῶι καθιδρυμέ]-
40 νω[ι] ὑπὸ τῶν νέων ἐπιτελέσαι τὰ καθήκοντα συντετελέσθαι ἐν τῶι ἐπάνω μηνὶ τῆι [— ἐν τῇ ψηφισθείσῃ ἡμέρᾳ — ἐπετέλεσεν γυμνικὸν ἀγῶνα, θεὶς τὸ ἄλειμμα ἐλαίου ἠρωμα]-
τισμένου ․#⁷․ καὶ συντελέσας μεγαλομερῶς καὶ μάλιστα ἐν τῆι τῶν ἐπάθλων θέσει καὶ ἐν τ[ῆι τοῦ δείπνου παροχῆι τὴν εἰς τὴν πόλιν εὔνοιαν]
ἐνεδείξατο τῆι τε καθιδρυμένηι ἐν τῶι ξυστῶι εἰκόνι βασιλέως Πτολεμαίου καὶ [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
οὗ(?) ἐπετέλεσεν τήν τε διαδρομὴν καὶ τὰς λαμπάδας ὃν τρόπον ἐπέβαλλε· καθηκούσης δὲ [— — — — — — — — — τῆς — — — — — — — — — — — — ἑορτῆς]
ἐπιτελεσθῆναι ἐν τῶι ἐνεστῶτι μηνὶ, εἰς ἣν μισθουμένης παροχῆς χάριν τῆς ἀπὸ τῶν [θυομένων ἱερείων ἑστιάσεως, αὐτὸς προϊὼν ἀπὸ τῶν ἑαυτοῦ]
45 [δια]φόρων ἐξωδίασε τὸ δαπάνημα, ἠθέλησεν καὶ ἐν τούτοις στοιχοῦσαν τοῖς προπε[πραγμένοις ἐν παντὶ τῶι βίωι παρέχεσθαι τοῖς πολίταις]
[τὴν] αὑτοῦ διάληψιν καὶ ἐφιλοτιμήθη προγραφῆναι περὶ τούτων ψήφισμα καὶ περὶ τὴς παρασταθ[ησομένης θυσίας Ἀθηνᾶι τε Νικηφόρωι καὶ Ἀσ]-
[κλη]πιῶι, οὗ καὶ κυρωθέντος τῇ μὲν τεδράδι ἀναγαγὼν ἐκ τοῦ ἰδίου ταύρους δύο καὶ καλλιερή[σας τῶι θεῶι βασιλεῖ Ἀττάλωι καὶ τῶι Φιλεταίρωι]
[τῶι Ε]ὐεργέτηι καὶ βασιλεῖ Ἀττάλωι Φιλομήτορι καὶ Εὐεργέτηι ἐπετέλεσεν ἀπ’ αὐτῶν τάς τε διαδρομ[ὰς καὶ τοὺς διὰ τῶν ὅπλων ἀγῶνας — — —]
[ποιῶ]ν ἀπ’ αὐτῶν μετάδοσιν τοῖς τε ἐφήβοις καὶ τοῖς παιδευταῖς. τῇ δὲ πέμπτηι ὁμοίως ἀναγαγὼ[ν ταύρους δύο καὶ καλλιερηθέντων αὐτῶν
50 [συν]τελέσας λαμπάδα καὶ τὴν ἀπὸ τούτων ὡσαύτως ἐποήσατο τοῖς αὐτοῖς μετάδοσιν· τῆι τε ἕκ[τηι ἀναγαγὼν βοῦς θηλείας δύο ὡς καλλίστας τῆι Νι]-
[κηφό]ρωι Ἀθηνᾶι καὶ βουθυτήσας τήν τε μετάδοσιν ὁμοίως ἐποήσατο καὶ γυμνικὸν ἔθηκεν ἀ[γῶνα — — — — — — — — — — — — — — — — — — — — — — — —]
[․․․] ἔπαθλα κατ’ ἐξοχὴν καλὰ καὶ ἄξια τῆς τε πρὸς τοὺς θεοὺς καὶ τοὺς εὐεργέτας τιμῆς ἐποή[σατο — — — — — — — — — — — — — — — — — — — — — ὡς]
[προσή]κει, καὶ ἐν τούτοις τοῦ περὶ τὴν πόλιν πρέποντος τὸν πάντα ποιησάμενος λόγον· τῆι τε ἑβ[δόμηι παραστήσας ταύρους δύο καὶ καλλιερήσας τῶι]
[Ἀσκλη]πιῶι ἐκ τοῦ ἰδίου ἐκρεαδότησεν ἀπὸ τῆς θυσίας τοὺς τροχάσαντας τὴν λαμπάδα [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
55 [— —] ἐμέρισεν τὰ ἀπὸ τῆς θυσίας εἰς τὰ ἔπαθλα· τό τε τῆς μεγίστης ἐπιμε[λείας δεόμενον — — — — — — — — — — — — — — — — — — — — καὶ βουλόμενος τούτων]
[τῶν ἀναλωμάτων τὸν δῆμον ἀνεπιβάρη]τον φυλάσσεσθαι ἀναθεὶς καθιέρωσεν ἀργυρίου δρ[αχμᾶς — — — — — —]
[— — — — τὴν ἐπισκ]ευὴν καὶ ἐπιθεραπείαν αὐτοῦ, ἐφ’ οἷς τὸν δ[— — — — — — —]
[— — — — — ὅπως μήποτε ἐπιλ]ίπο̣ι τὴν εἰς τὰ τέσσαρα γυμνά[σια — — — — — — —]
[— — — — — — — — — — —]#⁷υμενος [․․]ετο[— — — — — —]
Search Help
Contact Us