[ ] Mys. — Pergamon — 129 AD? — IvP II 279+ — IGR 4.352; OGIS 484; Oliver, GC 84
1 [— — — — — — — — — — — — — — —]λ̣οῦμεν̣ τ̣ω[— — —]
[— — — — — — — — — — μετεπεμ(?)]ψάμην, βουληθεὶς μὲ[ν] φαί-
[νεσθαι ἐπιεικὴς κατὰ τὴν ἐμαυτοῦ συν]ήθειαν, μόνα δὲ ταῦτα ἐξετάσαι
[τὰ ἐγκλήματα τῶν ἐργαζομένων ἐπ]ὶ̣ τῆς πόλεως ἡμῶν {²⁶ὑμῶν}²⁶ ἀνδρῶν, περὶ ὧν
5 [ὁ ἀποσταλεὶς ὑφ’ ὑμῶν πρεσβευτὴς Κ]α̣λουίσιος Γλύκων ἐδίδαξεν ἡμᾶς. πα-
[ρεῖναι δ’ ἐκέλευσα αὐτούς, ὡς νόμιμ]ον ἦν, εἴ τι λέγειν ἐβούλοντο. οἱ οὖν τῆς ἀ-
[μειπτικῆς ἐργασίας μισθωταὶ πο]λ<λ>ὰ παρὰ τὸ δίκαιον καὶ παρὰ τὴν συναλλαγὴν
[πράττειν αὑτοῖς ἐ]πέτρεπον. παρὰ γὰρ τῶν ἐργαστῶν καὶ καπήλων καὶ τῶν ὀ-
[ψαριοπωλῶν ε]ἰς τὸν λεπτὸν ἐμπολᾶν εἰωθ̣ότων χαλκὸν δέκα ὀκτὼ ἀσσάρια
10 [τὸ δη]νάρ̣[ιον] λ̣α̣μ̣βάνειν ὀφείλοντες καὶ τοῖς τὸ δηνάριον διαλλάσσειν βου-
[λ]ομένοι[ς πρὸ]ς [δ][κα] ἑπτὰ διδόναι οὐκ ἠρκοῦντο τὴν τῶν ἀσσαρίων ἄμει-
ψιν, ἀλλ[ὰ κ]α̣ὶ ἐὰν δηναρίων ἀργυρῶν τις ἀγοράσῃ τὸ ὀψάριον, καθ’ ἕκα-
στον δηνάριον εἰσέπρασσον ἀσσάριον ἕν. ἔδοξεν οὖν ἡμεῖν καλῶς ἔχειν
εἰς [τ]ὸ λοιπὸν τοῦτο διορθῶσθαι, ἵνα μὴ συμβαίνῃ τοῖς ὠνηταῖς ὑπ’ αὐτῶν
15 τελωνεῖσθαι, καθ’ ὧν οὐδεμίαν αὐτοῖς ἐξουσίαν δεδόσθαι συμβέβηκεν.
ὅσα μέντοι τῶν λεπτῶν ὀψαρίων σταθμῶι πιπρασκόμενα τιμᾶται ὑπὸ
τῶν ἀγορανόμων, τούτων, κἂν πλείονας μνᾶς ὠνήσωνταί τινες, ἤρε-
σεν ἡμεῖν τὴν τιμὴν αὐτοὺς διδόναι πρὸς κέρμα, ὥστε ἀπ’ αὐτῶν σώσ-
ζεσθαι τῆι πόλει τὴν ἐκ τοῦ κολλύβου πρόσοδ̣ον. ὁμοίως καὶ ἐὰν πλείο-
20 νες συνθέμενοι ἀργυρῶν δηναρίων δόξωσιν ἠγορακέναι εἶτα διαι-
ρῶνται, καὶ τούτους λεπτὸν διδόναι χαλκὸν τῶι ὀψαριοπώληι, ἵνα ἀνα-
φέρηται ἐπὶ τὴν τράπεζαν· διδόναι δὲ πρὸς δέκα ἑπτὰ ἀσσάρια, ἐπει-
δὴ ἡ τῆς ἀμειπτικῆς ἐργασίας δοκεῖ μόνοις τοῖς ἐργασταῖς διαλέγεσ-
θαι. ἠ<λ>έ<γ>χθησαν μετὰ τοῦτο καὶ ἕτερά τινα συνκεχωρηκότες ἑαυ-
25 τοῖς κερδῶν ὀνόματα ἀσπρατούραν τε καὶ τὸ καλούμενων παρ’ αὐτοῖς
προσφάγιον, δι’ ὧν ἐπηρέαζον μάλιστα τοὺς τὸν ἰχθὺν πιπράσκοντας.
καὶ ταῦτα οὖν ἐδοκιμάσαμεν διορθῶσθαι· πλεονεκτεῖσθαι γὰρ καὶ τοὺς
ὀλίγους ὑπ’ αὐτῶν ἀνθρώπους <οὐ δίκ>αιον ἦν, συνέβαινεν δὲ πᾶσιν αἰσθη-
τὴν γείνεσθαι τοῖς ὠνουμένοις τὴν ἄδικον τῶν πιπρασκόντων ζη-
30 μίαν. ἠτιάθησαν καὶ ὡς ἐνεορτάδια παρὰ τῶν ἐργαστῶν εἰσπράσσον-
τες, ἅπερ ἀρνουμένων αὐτῶν ἡδέως ἐπίστευον, τοῦ μὴ ὀφείλειν
γείνεσθαι τὸ τοιοῦτο λαμβάνων καὶ τὴν παρ’ αὐτῶν συνκατάθεσιν.
μόνον μέντοι ὡμολόγουν τῶι Ὑπερβερεταίωι μηνὶ δίδοσθαι ἑαυ-
τοῖς τὸ εἰς τὸν Ἑρμῆ λεγόμενον ἐκ τοιαύτης ἀφορμῆς. ὅρκον ἑαυτοῖς
35 ἀπαιτεῖν συνκεχωρῆσγαι παρὰ τῶν ἐνπολώντων τὸ λεπτὸν καὶ
πρὸς αὑτοὺς ἀναφερόντων περὶ τοῦ μηδὲν αὐτοὺς παρὰ τὴν διά-
ταξιν πεποιηκέναι. τοὺς οὖν διὰ τὸ συνειδὸς ὀμνύναι μὴ δυναμέ-
νους διδόναι τι αὐτοῖς, ὥστε μὴ τὴν τοῦ ὀμνύναι ἀνάγκην ὑπομέ-
νειν· ὃ οὐκ ἔδοξεν ἄλογον. ἀντομνύναι μέντοι καὶ αὐτοὺς τοῖς ἐργ[ασ]-
40 ταῖς περὶ τοῦ μηδὲν αὐτοὺς ἠδικηκέναι ἐν τῇ τοῦ ἀργυροῦ νομίσ[μα]-
τος δόσει καὶ αὐτὸ δίκαιον ἡγησάμην. ἐλέγοντο καὶ ἐνεχυρα̣[σί]-
ας ἑαυτοῖς ποιεῖσθαι{ν} ἐπιτρέπειν ὅλας τε τῶν ἐργαστῶν ἔσ[θ’ ὄτε]
κρατεῖν τὰς ἐμπολάς, τῆς συναλλαγ[ῆ]ς οὐ τοῦτο συνχωρού̣[σης],
ἀλλὰ ἐπὶ τοὺς ταμίας αὐτοὺς παραγείνεσθαι κελευούση̣[ς, ἐὰν]
45 αἰτιάσωνταί τινα, καὶ παρ’ ἐκείνων δημόσιον λαμβάν[ειν δοῦ]-
λον, ἵνα νομίμως ποιῶνται τὴν ἐνεχυρασίαν, ὥστε [τὸ πρὸ τῆς]
κρίσεως τούτωι τῶι τρόπωι ληφθὲν μένειν τοῖ̣[ς ὀφείλουσ]ι.
καὶ τοῦτο οὖν ἔδοξεν ἡμεῖν οὕτως ὀφείλειν γείν̣[εσθαι, καθ]ὼς πε-
ριεῖχεν ἡ ἔκδοσις, καὶ διὰ τοῦ δημοσίου μέντοι [δούλου μὴ ἄ]με-
50 τρον εἶναι τὴν ἐνεχυρασίαν, ἀλλὰ ἢ τὸ ἱκαν̣[ὸν πρὸς κρίσ]εως λ[α]μβά-
νεσθαι, ἢ ἐὰν δοῦναί τις μὴ δύνηται τὸ σ[υμβόλα]ιον, εἶνα̣[ι τ]ὸ ἐ-
νέχυρον ὅσου ἂν τὸ πρᾶγμα καὶ τὸ ἐπ’ αὐτῷ [πρόσ]τ̣ι̣μον ᾖ. [τὰς μέντ]οι κρί-
σεις γείνεσθαι μὴ ἐπὶ τῶν ταμιῶ̣[ν, ἀλλ]ὰ̣ ἐπὶ τῶν ἐ̣σ̣τ̣ρα̣τ̣η̣[γηκ]ότων
ἀνδρῶν ἐξ ἀπολογῆς εὔλο[γον εἶ]ν̣α̣ι νομίζω, ἔτ̣ι δὲ το[ὺ]ς̣ μ̣ὲν τ̣α̣-
55 μίας μετέχειν τῆς χρε̣[ίας κ]αθ̣ῆκον, το[ὺς] δὲ ἐσ[τρα]τ̣η̣[γηκ]ότας
καὶ ἐμπείρους εἶνα̣[ι καὶ αὐτο(?)]ὺς τῶν πραγ̣μ̣άτ[ω]ν [κα]ὶ̣ μ̣ε[․․․․]μ̣ον-
τας τὸ τῆς περ̣[․․․․․․․․․․․․․] ο̣ὐσίας αὐτοὺς ἀπο[στ]ε̣[ρε]ῖν δυνάμε-
νον, τὸν δὲ̣ [․․․․․․․․․․․․․․․․․]ε[․]κεν̣ καὶ οἷς ἂν ἄλλ[οις(?)] τελώναις
ἐφε̣[δρ— — — — — — — — — ποιε]ῖσθαι αὐτοὺς τὴν ἐνεχυρασίαν κα̣[ὶ]
60 [— — — — — — — — — — — —] τ̣αῖς ἀγοραίοις πιπρασκομένων ι̣[․․]
[— — — — — — — — — — — — — —]ως δίδ̣οσθαι τέλος, ἀλλ’ ἐὰν λ̣[․․․]
[— — — — — — — — — — — — — — — —]να[․]ερεινε̣[․․]ι̣τη[— — —]
— — —
Search Help
Contact Us