[ ]
Mys. — Pergamon — 129 AD? — IvP II 279+ — IGR 4.352; OGIS 484; Oliver, GC 84
| 1 | [— — — — — — — — — — — — — — —]λ̣οῦμεν̣ τ̣ω[— — —] |
| [— — — — — — — — — — μετεπεμ(?)]ψάμην, βουληθεὶς μὲ[ν] φαί- | |
| [νεσθαι ἐπιεικὴς κατὰ τὴν ἐμαυτοῦ συν]ήθειαν, μόνα δὲ ταῦτα ἐξετάσαι | |
| [τὰ ἐγκλήματα τῶν ἐργαζομένων ἐπ]ὶ̣ τῆς πόλεως ἡμῶν {²⁶ὑμῶν}²⁶ ἀνδρῶν, περὶ ὧν | |
| 5 | [ὁ ἀποσταλεὶς ὑφ’ ὑμῶν πρεσβευτὴς Κ]α̣λουίσιος Γλύκων ἐδίδαξεν ἡμᾶς. πα- |
| [ρεῖναι δ’ ἐκέλευσα αὐτούς, ὡς νόμιμ]ον ἦν, εἴ τι λέγειν ἐβούλοντο. οἱ οὖν τῆς ἀ- | |
| [μειπτικῆς ἐργασίας μισθωταὶ πο]λ<λ>ὰ παρὰ τὸ δίκαιον καὶ παρὰ τὴν συναλλαγὴν | |
| [πράττειν αὑτοῖς ἐ]πέτρεπον. παρὰ γὰρ τῶν ἐργαστῶν καὶ καπήλων καὶ τῶν ὀ- | |
| [ψαριοπωλῶν ε]ἰς τὸν λεπτὸν ἐμπολᾶν εἰωθ̣ότων χαλκὸν δέκα ὀκτὼ ἀσσάρια | |
| 10 | [τὸ δη]νάρ̣[ιον] λ̣α̣μ̣βάνειν ὀφείλοντες καὶ τοῖς τὸ δηνάριον διαλλάσσειν βου- |
| [λ]ομένοι[ς πρὸ]ς [δ]έ[κα] ἑπτὰ διδόναι οὐκ ἠρκοῦντο τὴν τῶν ἀσσαρίων ἄμει- | |
| ψιν, ἀλλ[ὰ κ]α̣ὶ ἐὰν δηναρίων ἀργυρῶν τις ἀγοράσῃ τὸ ὀψάριον, καθ’ ἕκα- | |
| στον δηνάριον εἰσέπρασσον ἀσσάριον ἕν. ἔδοξεν οὖν ἡμεῖν καλῶς ἔχειν | |
| εἰς [τ]ὸ λοιπὸν τοῦτο διορθῶσθαι, ἵνα μὴ συμβαίνῃ τοῖς ὠνηταῖς ὑπ’ αὐτῶν | |
| 15 | τελωνεῖσθαι, καθ’ ὧν οὐδεμίαν αὐτοῖς ἐξουσίαν δεδόσθαι συμβέβηκεν. |
| ὅσα μέντοι τῶν λεπτῶν ὀψαρίων σταθμῶι πιπρασκόμενα τιμᾶται ὑπὸ | |
| τῶν ἀγορανόμων, τούτων, κἂν πλείονας μνᾶς ὠνήσωνταί τινες, ἤρε- | |
| σεν ἡμεῖν τὴν τιμὴν αὐτοὺς διδόναι πρὸς κέρμα, ὥστε ἀπ’ αὐτῶν σώσ- | |
| ζεσθαι τῆι πόλει τὴν ἐκ τοῦ κολλύβου πρόσοδ̣ον. ὁμοίως καὶ ἐὰν πλείο- | |
| 20 | νες συνθέμενοι ἀργυρῶν δηναρίων δόξωσιν ἠγορακέναι εἶτα διαι- |
| ρῶνται, καὶ τούτους λεπτὸν διδόναι χαλκὸν τῶι ὀψαριοπώληι, ἵνα ἀνα- | |
| φέρηται ἐπὶ τὴν τράπεζαν· διδόναι δὲ πρὸς δέκα ἑπτὰ ἀσσάρια, ἐπει- | |
| δὴ ἡ τῆς ἀμειπτικῆς ἐργασίας δοκεῖ μόνοις τοῖς ἐργασταῖς διαλέγεσ- | |
| θαι. ἠ<λ>έ<γ>χθησαν μετὰ τοῦτο καὶ ἕτερά τινα συνκεχωρηκότες ἑαυ- | |
| 25 | τοῖς κερδῶν ὀνόματα ἀσπρατούραν τε καὶ τὸ καλούμενων παρ’ αὐτοῖς |
| προσφάγιον, δι’ ὧν ἐπηρέαζον μάλιστα τοὺς τὸν ἰχθὺν πιπράσκοντας. | |
| καὶ ταῦτα οὖν ἐδοκιμάσαμεν διορθῶσθαι· πλεονεκτεῖσθαι γὰρ καὶ τοὺς | |
| ὀλίγους ὑπ’ αὐτῶν ἀνθρώπους <οὐ δίκ>αιον ἦν, συνέβαινεν δὲ πᾶσιν αἰσθη- | |
| τὴν γείνεσθαι τοῖς ὠνουμένοις τὴν ἄδικον τῶν πιπρασκόντων ζη- | |
| 30 | μίαν. ἠτιάθησαν καὶ ὡς ἐνεορτάδια παρὰ τῶν ἐργαστῶν εἰσπράσσον- |
| τες, ἅπερ ἀρνουμένων αὐτῶν ἡδέως ἐπίστευον, τοῦ μὴ ὀφείλειν | |
| γείνεσθαι τὸ τοιοῦτο λαμβάνων καὶ τὴν παρ’ αὐτῶν συνκατάθεσιν. | |
| μόνον μέντοι ὡμολόγουν τῶι Ὑπερβερεταίωι μηνὶ δίδοσθαι ἑαυ- | |
| τοῖς τὸ εἰς τὸν Ἑρμῆ λεγόμενον ἐκ τοιαύτης ἀφορμῆς. ὅρκον ἑαυτοῖς | |
| 35 | ἀπαιτεῖν συνκεχωρῆσγαι παρὰ τῶν ἐνπολώντων τὸ λεπτὸν καὶ |
| πρὸς αὑτοὺς ἀναφερόντων περὶ τοῦ μηδὲν αὐτοὺς παρὰ τὴν διά- | |
| ταξιν πεποιηκέναι. τοὺς οὖν διὰ τὸ συνειδὸς ὀμνύναι μὴ δυναμέ- | |
| νους διδόναι τι αὐτοῖς, ὥστε μὴ τὴν τοῦ ὀμνύναι ἀνάγκην ὑπομέ- | |
| νειν· ὃ οὐκ ἔδοξεν ἄλογον. ἀντομνύναι μέντοι καὶ αὐτοὺς τοῖς ἐργ[ασ]- | |
| 40 | ταῖς περὶ τοῦ μηδὲν αὐτοὺς ἠδικηκέναι ἐν τῇ τοῦ ἀργυροῦ νομίσ[μα]- |
| τος δόσει καὶ αὐτὸ δίκαιον ἡγησάμην. ἐλέγοντο καὶ ἐνεχυρα̣[σί]- | |
| ας ἑαυτοῖς ποιεῖσθαι{ν} ἐπιτρέπειν ὅλας τε τῶν ἐργαστῶν ἔσ[θ’ ὄτε] | |
| κρατεῖν τὰς ἐμπολάς, τῆς συναλλαγ[ῆ]ς οὐ τοῦτο συνχωρού̣[σης], | |
| ἀλλὰ ἐπὶ τοὺς ταμίας αὐτοὺς παραγείνεσθαι κελευούση̣[ς, ἐὰν] | |
| 45 | αἰτιάσωνταί τινα, καὶ παρ’ ἐκείνων δημόσιον λαμβάν[ειν δοῦ]- |
| λον, ἵνα νομίμως ποιῶνται τὴν ἐνεχυρασίαν, ὥστε [τὸ πρὸ τῆς] | |
| κρίσεως τούτωι τῶι τρόπωι ληφθὲν μένειν τοῖ̣[ς ὀφείλουσ]ι. | |
| καὶ τοῦτο οὖν ἔδοξεν ἡμεῖν οὕτως ὀφείλειν γείν̣[εσθαι, καθ]ὼς πε- | |
| ριεῖχεν ἡ ἔκδοσις, καὶ διὰ τοῦ δημοσίου μέντοι [δούλου μὴ ἄ]με- | |
| 50 | τρον εἶναι τὴν ἐνεχυρασίαν, ἀλλὰ ἢ τὸ ἱκαν̣[ὸν πρὸς κρίσ]εως λ[α]μβά- |
| νεσθαι, ἢ ἐὰν δοῦναί τις μὴ δύνηται τὸ σ[υμβόλα]ιον, εἶνα̣[ι τ]ὸ ἐ- | |
| νέχυρον ὅσου ἂν τὸ πρᾶγμα καὶ τὸ ἐπ’ αὐτῷ [πρόσ]τ̣ι̣μον ᾖ. [τὰς μέντ]οι κρί- | |
| σεις γείνεσθαι μὴ ἐπὶ τῶν ταμιῶ̣[ν, ἀλλ]ὰ̣ ἐπὶ τῶν ἐ̣σ̣τ̣ρα̣τ̣η̣[γηκ]ότων | |
| ἀνδρῶν ἐξ ἀπολογῆς εὔλο[γον εἶ]ν̣α̣ι νομίζω, ἔτ̣ι δὲ το[ὺ]ς̣ μ̣ὲν τ̣α̣- | |
| 55 | μίας μετέχειν τῆς χρε̣[ίας κ]αθ̣ῆκον, το[ὺς] δὲ ἐσ[τρα]τ̣η̣[γηκ]ότας |
| καὶ ἐμπείρους εἶνα̣[ι καὶ αὐτο(?)]ὺς τῶν πραγ̣μ̣άτ[ω]ν [κα]ὶ̣ μ̣ε[․․․․]μ̣ον- | |
| τας τὸ τῆς περ̣[․․․․․․․․․․․․․] ο̣ὐσίας αὐτοὺς ἀπο[στ]ε̣[ρε]ῖν δυνάμε- | |
| νον, τὸν δὲ̣ [․․․․․․․․․․․․․․․․․]ε[․]κεν̣ καὶ οἷς ἂν ἄλλ[οις(?)] τελώναις | |
| ἐφε̣[δρ— — — — — — — — — ποιε]ῖσθαι αὐτοὺς τὴν ἐνεχυρασίαν κα̣[ὶ] | |
| 60 | [— — — — — — — — — — — —] τ̣αῖς ἀγοραίοις πιπρασκομένων ι̣[․․] |
| [— — — — — — — — — — — — — —]ως δίδ̣οσθαι τέλος, ἀλλ’ ἐὰν λ̣[․․․] | |
| [— — — — — — — — — — — — — — — —]να[․]ερεινε̣[․․]ι̣τη[— — —] | |
| — — — |