[ ]
Mys. — Pergamon — 2nd c. BC (bef. 133 BC) — OGIS 483; Klaffenbach, Abh.Berlin 1953,6 [1954] — *SEG 13.521
1 | — — —c.38— — —ς ἀστυνόμων τὸν βασιλικὸν νόμον ἐκ τῶν ἰδίων ἀνέθηκεν. |
col. I | |
{²propter fracturam deficiunt 33 versus.}² | |
2 | [— — — ἐπισκοπείτωσαν καὶ ἐπικρεινέτ]ω- |
[σαν, καθ’ ἃ ἂν αὐτοῖς φαίνητα]ι̣ δίκαιον | |
[εἶναι. καὶ ἐὰν] μηδ’ οὕτως πείθωνται, | |
5 | [οἱ μὲν] στρατηγοὶ ζημιώσαντες αὐτοὺς |
[τῆ]ι̣ ἐκ τοῦ νόμου ζημίαι παραδότωσαν | |
τῶι πράκτορι πράσσειν. οἱ δὲ ἀστυνόμοι | |
ἔκδοσιν ποιησάμενοι τῆς ἀποκαταστά- | |
σεως {εως} τοῦ τόπου εἰς τὰ ἐξ ἀρχῆς ἐ- | |
10 | ν ἡμέραις δέκα, τὸ διάφορον πράξαν- |
τες ἡμιόλιον παρὰ τῶν ἀπειθούντων | |
ἀποκαταστησάτωσαν τοῖς μὲν ἠργο- | |
λαβηκόσιν τὸ ἐπιβάλλον, τὸ δὲ λοιπὸν | |
τοῖς ταμίαις. ἐὰν δὲ μὴ ποιήσωσιν οἱ | |
15 | ἀστυνόμοι καθάπερ ὁ νόμος προστάσ- |
σει, τὴν μὲν ἔκδοσιν ποιείσθωσαν οἱ | |
στρατηγοί, τὸ δὲ {λοιπὸν} διάφορον τῆς | |
ἐκδόσεως πραχθήτωσαν οἱ ἀστυνό- | |
μοι καὶ ἐκτὸς ἀποτεινέτωσαν ζημί- | |
20 | ας δραχμὰς ἑκατόν. πραξάτωσαν δὲ |
αὐτοὺς οἱ νομοφύλακες παραχρῆμα. | |
κατὰ ταὐτὰ δὲ γεινέσθω καὶ ἐπὶ τῶν | |
ἄλλων τῶν ἀπειθούντων. ἔστωσαν | |
δὲ τῶν κατὰ τὴν χώραν ὁδῶν αἱ μὲν | |
25 | λεωφόροι μὴ ἐλάσσους τὸ πλάτος πη- |
χῶν εἴκοσιν, αἱ δὲ ἄλλαι μὴ ἐλάσσους | |
πηχῶν ὀκτώ, ἐὰν μή τινες κατὰ τὰς | |
γειτνιάσεις ἕνεκεν τῆς πρὸς ἀλλήλους | |
διόδου ἀτραποῖς χρῶνται. παρεχέσθωσαν | |
30 | δὲ καθαρὰς καὶ πορευσίμους τὰς ὁδοὺς |
[οἱ τ]ὰ κτήματα κεκτημένοι παρὰ τὰς ὁ- | |
[δοὺς καὶ] τὴν γειτνίασιν ἕως σταδίων | |
[․․․․ συνει]σφέροντες καὶ συνεπισκευ- | |
[άζοντες. καὶ] ἐ̣ὰν ἀπε[ιθῶσιν, ἐν]εχυραζέτ[ω]- | |
35 | [σαν αὐτοὺς οἱ — — —] |
35a | — — — |
col. II.36 | — — — — — — — — — — — — — — — —ΩΝΗ |
— — — — — — — — — — — — — — —ΩΝΑΛ | |
— — — — — — — — — — — — — — — —ΕΥΜΕ | |
— — — — — — — — — — — — — — —#⁷ΤΩΙ | |
40 | — — — — — — — — — — — — — — — —ΕΝΟΥ |
— — — — — — — — — — — — — — — —ΥΠΑ | |
— — — — — — — — — — — — — — — —#⁷ΑΡ | |
— — — — — — — — — — — — — — — —ΙΕΣ | |
— — — — — — — — — — — — — — — — —Υ | |
45 | — — — — — — — — — — — — — — — —Π̣ΑΡ |
— — — — — — — — — — — — — — — — — — | |
— — — — — — — — — — — — — — —ΕΡΑ․․․ | |
[— — — — — — — — — — τοὺς δ’ ἐ]κβεβλη- | |
[κότας ․․c.7․․ οἱ ἀμφοδάρχα]ι̣ ἀναγκα- | |
50 | [ζέτωσαν ἀνακαθαίρειν τὸν τ]όπον, καθ’ ἃ |
[ὁ νόμος προστάσσει. εἰ δὲ μ]ή, προσαγγελ- | |
[λέτωσαν τοῖς ἀστυνόμοις]. οἱ δὲ ἀστυνό- | |
[μοι ἐκδότωσαν μετὰ τοῦ ἀ]μφοδάρχου καὶ | |
[τὸ γενόμενον ἀνάλωμα] πραξάτωσαν | |
55 | [τοὺς ἀπειθοῦντας παραχρ]ῆμα καὶ ζημι- |
[ούτωσαν δραχμαῖς δέκα(?). ἐ]ὰν δέ τις τῶν ἀμ- | |
[φοδαρχῶν μὴ ποιήσηι τι τ]ῶν προγεγραμμέ- | |
[νων, ζημιούσθω ὑπὸ τ]ῶν ἀστυνόμων κα- | |
[θ’ ἕκαστον ἀτάκτημα δ]ραχμαῖς εἴκοσιν. τὰ | |
60 | [δὲ ἀεὶ γεινόμενα δ]ιάφορα ἐκ τῶν ἐπιτί- |
[μων ἀποδιδόσθω]σαν ἐκ μηνὸς εἰς μῆ- | |
[να τοῖς ταμίαις κ]αὶ ὑπαρχέτω[σ]αν, ἐὰν | |
[χρεία γείνηται(?)], εἰς τὴν ἀνακάθαρσ[ι]ν | |
[τῶν ὁδῶν(?), εἰ]ς δὲ ἄλλο μηθὲν μεταναφε- | |
65 | [ρέσθω. τῆ]ς δὲ πράξεως καὶ τῶν ἄλλων |
[πάντ]ων ἐπιμε[λ]είσθωσαν οἱ ἀστυνόμοι. | |
[ἐὰ]ν δέ τι μὴ ποιήσωσιν οὗτοι τῶν γεγραμ- | |
μένων, ζημιούσθωσαν ὑπὸ τῶν στρατη- | |
γῶν καὶ τοῦ ἐπὶ τῆς πόλεως καθ’ ἕκαστον | |
70 | ἀτάκτημα δραχμαῖς πεντήκοντα καὶ κα- |
τατασσέσθω καὶ αὕτη ἡ ζημία εἰς τὰ προγε- | |
γραμμένα. vvv χοός vvv ἐάν τινες ἐν ταῖς | |
ὁδοῖς χοῦν ὀρύσσωσιν ἢ λίθους ἢ πηλὸν ποι- | |
ῶσιν ἢ πλίνθους ἕλκωσιν ἢ μετεώρους | |
75 | ὀχετοὺς ποιῶσιν, κωλυέτωσαν αὐτοὺς |
οἱ ἀμφοδάρχαι. ἐὰν δὲ μὴ πείθωνται, ἐ〚σ〛- | |
παν<γ>ελλέτωσαν {²⁶ἐπανγελλέτωσαν}²⁶ τοῖς ἀστυνόμοις. οὗτοι | |
δὲ ζημιούτωσαν τὸν ἀπειθοῦντα καθ’ ἕ- | |
καστον ἀτάκτημα δραχμαῖς πέντε καὶ | |
80 | ἀναγκαζέτωσαν τά τε ἄλλα ἀποκαθιστά- |
ναι εἰς τὰ ἐξ ἀρχῆς καὶ τοὺς ὀχετοὺς κρυ- | |
πτοὺς ποιεῖν. ἐὰν δὲ μηδ’ οὕτω πειθαρχῶ- | |
σιν οἱ ἰδιῶται, ἔκδοσιν ποιείσθωσαν ἐν ἡ- | |
μέραις δέκα καὶ τὸ γενόμενον ἀνάλωμα | |
85 | πραξάτωσαν παρὰ τῶν ἀπειθούντων ἡμιό- |
λιον. ὁμοίως δὲ καὶ τοὺς προϋπάρχοντας ὀχε- | |
τοὺς ἐπαναγκαζέτωσαν κρυπτοὺς ποι- | |
εῖν. ἐὰν δέ τι τούτων μὴ ποιήσωσιν οἱ ἀ- | |
στυνόμοι, αὐτοὶ ἔνοχοι ἔστωσαν ταῖς ἴσαις | |
90 | ζημίαις. vvvvv πράξεως vvvv ἐάν τινες |
μὴ ἀποδιδῶσιν τῶν κοινῇ ἀνακαθαρθ<έ>ν- | |
των ἀμφόδων τὸ γεινόμενον μέρος τῆς | |
ἐκδόσεως τῶν κοπρίων ἢ τῶν ἐπιτίμων, | |
λαμβανέτωσαν αὐτῶν οἱ ἀμφοδάρχαι | |
95 | ἐνέχυρα καὶ τιθέσθωσαν ἐνεχυρασίαν |
πρὸς τοὺς ἀστυνόμους αὐθημερὸν ἢ τῆι ὑ- | |
στεραίαι καί, ἐὰν μηθεὶς ἐξομόσηται τὰ ἐ- | |
νεχυρασθέντα ἐν ἡμέραις πέντε, πωλεί- | |
τωσαν αὐτὰ ἢ ἐν φράτρηι ἢ ἐν τῆι ἀγορᾷ πλη- | |
100 | θυούσῃ συνπαρόντων τῶν ἀστυνόμων |
καὶ τὸ μὲν γεινόμενον κομι<ζ>έσθωσαν | |
— — — ἀπο․2-3․ΟΣΜ̣— — — | |
— — — | |
col. III.103 | ἐπισκοπείτωσα[ν κ]αί, ἐὰν φαίνωντα[ι] |
αὐτοῖς ἐπισκευά[σι]μοι εἶναι, ἐπισκευ- | |
105 | αζέτωσαν οἱ κεκτημένοι. ἐὰν δέ τι- |
νες αὐτῶν μὴ βούλωνται, ἐκδότωσαν | |
οἱ ἀστυνόμοι μετὰ τοῦ προαιρουμένου τῶν | |
βλαπτομένων. τοῦ δὲ γενομένο[υ ἀ]ναλώ- | |
ματος πραξάτωσαν παραχρῆμα παρὰ | |
110 | μὲν τοῦ ἀπειθοῦντος τὰ τρία μέρη, παρὰ |
δὲ τοῦ ἄλλου τὰ δύο καὶ ἀποκα[τ]αστησά- | |
τωσαν τοῖς ἠργολαβηκόσι[ν]. τῶν δὲ δε- | |
ομένων ἐπισκευῆς κοινῶ[ν] τοίχων | |
ἢ καταπεσόντων, ἐὰν μὲν ὅλοις τοῖς τοί- | |
115 | χοις ὁμοίως οἱ γείτονες χρῶνται, τὸ ἴσον |
εἰσφ[ε]ρέτωσαν εἰς τὴν οἰκοδομίαν. ἐ- | |
ὰν δὲ ὁ μ̣ὲ̣ν προσοικῇ πρὸς τῶι τοίχωι, ὁ | |
δὲ ὑπα[ίθ]ρωι χρῆται, εἰσφερέτωσαν | |
εἰς τὴ[ν] οἰκοδομίαν ὁ μὲν προσοικῶν | |
120 | τὰ δύο μέρη, ὁ δὲ ὑπαίθρῳ χρώμενος τὸ |
τρίτον. ὁμοίως δὲ ἀποτινέτωσαν καὶ | |
ἐὰν ὁ μὲν ὑπερῶιον οἴκημα πρὸς αὐτῶι | |
ἔχῃ, ὁ [δ]ὲ ἁπλοῦν. ἔστω δὲ περὶ μὲν τ<ῶ>ν | |
κοινῶν τοίχων ὑπὲρ τοῦ καταφθεί- | |
125 | ροντος πρόσκλησις πρὸς τοὺς ἀστυνό- |
μους καί, ἐὰν φαίν<ω>νται ἔνοχοι ὄντες | |
κρίσει νικηθέντες, ἀποτινέτωσαν | |
τὴν βλάβην αὐτῶν. μὴ ἐξουσία δὲ ἔστω | |
ἐπὶ τοὺς κοινοὺς τοίχους μήτε ἐποικο- | |
130 | δομεῖν μήτε διορύσσειν μήτε ἄλλο κα- |
ταβλάπτειν μηθέν, ἐὰν μὴ πείσωσιν | |
τ[οὺς] κυρίους. ὅσοι δὲ τοῖχοι πρόσχωροι ὄν- | |
τες [β]λάπτουσιν τοὺς ἐνοικοῦντας, ἐὰν βού- | |
λω[ν]ται αὐτοῖς οἱ κύριοι ὑπαίθροις οὖσιν τὰ | |
135 | πρὸς τοὺς γείτονας περιστάσεις ποιεῖν, |
μηθὲν βλάπτοντες τοὺς γείτονας μὴ κω- | |
λυέ[σθωσα]ν πο[ι]εῖν τὸ πλάτος μὴ πλεῖον | |
πήχεως καὶ στεγάζοντες αὐτὰς παραχρῆ- | |
μα γείσεσιν λιθίνοις, τοῦ ἐκτὸς τοίχου τῆς | |
140 | περιστάσεως οἰκοδομηθέντος ἀσφα- |
λῶς, ἐὰν μὴ πέτραι ᾖ, οὗ τὰ γείση ἐπιτεθήσε- | |
ται. μὴ ποιείτωσαν δὲ στεγά[ζον]τες ὑψη- | |
λότερον τὸ ἔδαφος τοῦ λοιποῦ ὑπαίθρου | |
πλὴν ὅσον ὕδατι ἀπόρρουν. κύριοι δὲ ἔστω- | |
145 | σαν τῶν μὲν περιστάσεων οἱ ποιήσαντες, |
τῶν δὲ ἐπ’ αὐτῶν τόπων, ὅταν στεγασθῶ- | |
σιν, οἱ γείτονες εἰς μηθὲν χρώμενοι, ἐξ οὗ | |
καταβλάψουσιν τοὺς ἀλλοτρίους τοίχους. | |
ποιείτωσαν δὲ τὰς εἰσόδους τῶν περιστά- | |
150 | σεων ἐκ τῶν ἰδίων οἰκιῶν. ἐὰν δὲ ἀδύνα- |
τον ᾖ κρείνοντος τοῦ ἀρχιτέκτονος μετὰ | |
τῶν ἀστυνόμων, διδότωσαν οἱ γείτονες | |
τὴν εἴσοδον τοῖς εἰσπορευομένοις ἕνεκεν | |
ἀνακαθάρσε<ω>ς, ὁμοίως δὲ καὶ ἐὰν πτώμα- | |
155 | τος γενομένου ἐπισκευῆς προσδέωνται. |
ὑπὲρ δὲ τῶν κατ’ ἐπηρεασμὸν εἰσπορευ- | |
ομένων ἐπικρείνοντες οἱ ἀστυνόμοι, ἐὰν | |
καταλαμβάνωσιν, ζημιούτωσαν αὐτὸν | |
δραχμαῖς πέντε. μηθεὶς δὲ πρὸς ἀλλοτρί- | |
160 | ωι ἢ κοινῶι τοίχωι μήτε ὀρύγματα ποιείτω |
μήτε πιθάκνας ἱστάτωι μήτε φυτευέτωι | |
μήτε ἄλλο ποιείτωι μηθέν, ἐξ οὗ καταβλά- | |
ψει τ<ὸ>ν τοῖχον. εἰ δὲ μή, ἐὰν ἐνκαλῇ ὁ κύριος, | |
οἱ ἀστυνόμοι ἐπισκοπείτωσαν καὶ ἐπικρει- | |
165 | νέτωσαν, καθ’ ἃ ἂν αὐτοῖς φαίνηται δίκαιον |
εἶναι. καὶ ὅσοι δ’ ἂν τοῖχοι τῶν ἀλλοτρίων οἰκι- | |
ῶν μέλλοντες καταπείπτειν, προφ[ηνάν]- | |
των <τῶν> γειτόνων τὴν βλάβην ․․․․․․10-13․․․․․․ | |
ρα γεινομέ[ν]η̣ ἐπι․․․Α̣Σ̣— — — | |
169a | — — — |
170 | [— — — — — — — — — — — — — — ἀναγ]- |
col. IV.171 | καζέτωσαν ἐκκαθαίρειν τοὺς ὑπονόμους. |
vvvv κρηνῶν vvvv περὶ τῶν ἐν τῆι πόλει | |
καὶ τοῖς προαστίοις κρηνῶν ἐπιμελὲς γεινέσ- | |
θω τοῖς ἀστυνόμοις, ὅπως καθαραί τε ὦσιν | |
175 | καὶ οἱ εἰς αὐτὰς ὑπόνομοι εἰσάγοντες καὶ ἐ- |
ξάγοντες τὸ [ὕ]δωρ εὔρους ὑπάρχωσιν. ἐὰν | |
δέ τιν<ε>ς ἐπισκ[ε]υῆς προσδέωνται, προσαγ- | |
γελλέτωσαν τοῖς στρατηγοῖς καὶ τῶι ἐπὶ | |
τῶν ἱερῶν προσόδων, ὅπως διὰ τούτων γεί- | |
180 | νωνται αἱ ἐκδόσεις. μηθενὶ δὲ ἐξουσία ἔ- |
στω ἐπὶ τῶν δημοσίων κρηνῶν μήτε | |
κτῆνος ποτίζειν μήτε ἱμάτια πλύνειν | |
μήτε σκεῦος μήτε ἄλλο ἁπλῶς μηθέν. | |
ὁ δὲ τούτων τι ποιήσας, ἐὰν μὲν ἐλεύθε- | |
185 | ρος ᾖ, τῶν τε κτηνῶν καὶ ἱματίων καὶ |
τῶν σκευῶν στερείσθω καὶ αὐτὸς ζη- | |
μιούσθω δραχμαῖς πεντήκοντα, ἐὰν δὲ | |
οἰκέτης, ἐὰν μὲν μετὰ τῆς τοῦ κυρίου γνώ- | |
μης ποιήσῃ τι τούτων, ὁμοίως στερέσθω καὶ | |
190 | αὐτὸς μαστιγούσθω ἐν τῶι κύφωνι πληγαῖς |
πεντήκοντα, ἐὰν δὲ ἄνευ τῆς τοῦ κυρίου γνώ- | |
μης, ὧν μὲν ἂν ἔχῃ στερέσθω, μαστειγω- | |
θεὶς δὲ ἐν τῶι κύφωνι πληγαῖς ἑκατὸν δε- | |
δέσθω ἐν τῶι ξύλωι ἡμέρας δέκα καί, ὅταν | |
195 | ἀφείηται, ἀφειέσθω μαστειγωθεὶς μὴ ἐλά<σ>- |
σοσιν πληγαῖς πεντήκοντα. ἔστω δὲ τῶν ἄλ{ι}- | |
λων {²⁶ἄλλων}²⁶ τῶι βουλομένωι ἐπίληψις τῶν κακουρ- | |
γούντων περὶ τὰς κρήνας, καὶ ὁ ἀναγαγὼν ἢ ἀ- | |
νενέγκας ἐπὶ τοὺς ἀστυνόμους τὰ ληφθέντα | |
200 | μεριζέσθω τοῦ γεινομένου ἐξ αὐτῶν διαφό- |
ρου τ<ὸ> ἥμισυ, τὰ δὲ λοιπὰ κατατασσέσθω εἰς τὴν | |
ἐπισκευὴν τοῦ τῶν Νυμφῶν ἱεροῦ. | |
vv φρεάτ{ρ}ων {²⁶φρεάτων}²⁶ v οἱ καθεσταμένοι ἀστυνόμοι | |
τὰς ὑπαρχούσας ἐν ταῖς οἰκίαις δεξαμεν[ὰ]ς | |
205 | ἀναγραφόμενοι ἐν τῶι Πανθείωι μηνὶ τι- |
θέσθωσαν τὴν γραφὴν πρὸς τοὺς στρατηγοὺς | |
καὶ ἐπιμελείσθωσαν, ἵνα οἱ κύριοι στεγνὰς | |
παρέχωνται καὶ μηδεμία τῶν προϋπαρχου- | |
σῶν ἐνχωννύηται. εἰ δὲ μή, τοὺς τούτων τι | |
210 | ποιοῦντας ζημιώσαντες καθ’ ἑκάστην δε- |
ξαμενὴν δραχμαῖς ἑκατὸν πραξάτωσαν | |
[καὶ ἀνα]γκαζέτωσαν ἐκκαθᾶραι. καὶ εἴ τινες | |
δὲ πρότερον ἐνκεχωσμέναι εἰσίν, παραν- | |
γελλέτωσαν τοῖς κυρίοις, ὅπως ἐκκαθαίρω- | |
215 | σιν ἐν μησὶν ὀκτώι. ἐὰν δὲ μὴ ποιήσωσι, πρά- |
ξαντες καὶ τούτους τὴν αὐτὴν ζημίαν ἐπαναγ- | |
καζέτωσαν ἐκκαθαίρειν. τὰ δὲ γεινόμενα δι- | |
άφορα τῶν ζημιῶν ἀποδιδόσθωσαν ἐκ μηνὸς | |
εἰς μῆνα τοῖς ταμίαις καὶ ὑπαρχέτωσαν εἰς τὴν | |
220 | ἀνακάθαρσιν καὶ κατασκευὴν τῶν δεξαμε- |
νῶν, εἰς δὲ ἄλλο μηθὲν μεταφερέσθω. ὅσοι | |
δ’ ἂν φρέατα κεκτημένοι μὴ π[οιοῦ]ντες στε- | |
γνὰ βλάπτωσιν τοὺς γείτονας, ἐ[πανα]γκαζέ- | |
τωσαν αὐτοὺς οἱ ἀστυνόμοι ζημ[ιοῦντες], καί, ἐ- | |
225 | άν τινες διὰ ταῦτα γείνωνται καταδίκ[αι, πρά]- |
ξαντες οἱ ἀστυνόμοι ἀποδότωσαν τοῖς β[λα]- | |
πτομένοις. ὅσοι δ’ ἂν τῶν ἀστυνόμων μὴ | |
θῶνται τὴν ἐφ’ ἑαυτῶν γραφὴν τῶν φρε- | |
άτων εἰς τὸ ἀρχεῖον ἢ μὴ ποιήσωσιν καθ’ ἃ̣ | |
230 | ὁ νόμος προστάσσει, πραξάτωσαν αὐτοὺς οἱ |
νομοφύλακες δραχμὰς ἑκατὸν καὶ κατα- | |
ταξάτωσαν εἰς τὰς αὐτὰς προσόδους. | |
v ἀφεδρώνων v οἱ ἀστυνόμοι ἐπιμέ- | |
λειαν ποιείσθωσαν τῶν τε δημοσίων ἀφε- | |
235 | δρ[ών]ων καὶ τῶν ἐξ αὐτῶν ὑπονόμων καί, |
[ὅσοι ἂν μὴ] στεγνοὶ ὑπάρχωσιν καὶ τῶν τ․ | |
․․․․c.12․․․․#⁷ αὐτοῖς ․․4-5․․Σ․․c.6․․ΗΡΓ#⁷ | |
— — — |