[ ] Mys. — Pergamon — 2nd c. BC (bef. 133 BC) — OGIS 483; Klaffenbach, Abh.Berlin 1953,6 [1954] — *SEG 13.521
1 — — —c.38— — —ς ἀστυνόμων τὸν βασιλικὸν νόμον ἐκ τῶν ἰδίων ἀνέθηκεν.
col. I
{²propter fracturam deficiunt 33 versus.}²
2 [— — — ἐπισκοπείτωσαν καὶ ἐπικρεινέτ]ω-
[σαν, καθ’ ἃ ἂν αὐτοῖς φαίνητα]ι̣ δίκαιον
[εἶναι. καὶ ἐὰν] μηδ’ οὕτως πείθωνται,
5 [οἱ μὲν] στρατηγοὶ ζημιώσαντες αὐτοὺς
[τῆ]ι̣ ἐκ τοῦ νόμου ζημίαι παραδότωσαν
τῶι πράκτορι πράσσειν. οἱ δὲ ἀστυνόμοι
ἔκδοσιν ποιησάμενοι τῆς ἀποκαταστά-
σεως {εως} τοῦ τόπου εἰς τὰ ἐξ ἀρχῆς ἐ-
10 ν ἡμέραις δέκα, τὸ διάφορον πράξαν-
τες ἡμιόλιον παρὰ τῶν ἀπειθούντων
ἀποκαταστησάτωσαν τοῖς μὲν ἠργο-
λαβηκόσιν τὸ ἐπιβάλλον, τὸ δὲ λοιπὸν
τοῖς ταμίαις. ἐὰν δὲ μὴ ποιήσωσιν οἱ
15 ἀστυνόμοι καθάπερ ὁ νόμος προστάσ-
σει, τὴν μὲν ἔκδοσιν ποιείσθωσαν οἱ
στρατηγοί, τὸ δὲ {λοιπὸν} διάφορον τῆς
ἐκδόσεως πραχθήτωσαν οἱ ἀστυνό-
μοι καὶ ἐκτὸς ἀποτεινέτωσαν ζημί-
20 ας δραχμὰς ἑκατόν. πραξάτωσαν δὲ
αὐτοὺς οἱ νομοφύλακες παραχρῆμα.
κατὰ ταὐτὰ δὲ γεινέσθω καὶ ἐπὶ τῶν
ἄλλων τῶν ἀπειθούντων. ἔστωσαν
δὲ τῶν κατὰ τὴν χώραν ὁδῶν αἱ μὲν
25 λεωφόροι μὴ ἐλάσσους τὸ πλάτος πη-
χῶν εἴκοσιν, αἱ δὲ ἄλλαι μὴ ἐλάσσους
πηχῶν ὀκτώ, ἐὰν μή τινες κατὰ τὰς 
GEITNIA/SEIS E(/NEKEN TH=S PRO\S A)LLH/LOUS
διόδου ἀτραποῖς χρῶνται. παρεχέσθωσαν
30 δὲ καθαρὰς καὶ πορευσίμους τὰς ὁδοὺς
[οἱ τ]ὰ κτήματα κεκτημένοι παρὰ τὰς ὁ-
[δοὺς καὶ] τὴν γειτνίασιν ἕως σταδίων
[․․․․ συνει]σφέροντες καὶ συνεπισκευ-
[άζοντες. καὶ] ἐ̣ὰν ἀπε[ιθῶσιν, ἐν]εχυραζέτ[ω]-
35 [σαν αὐτοὺς οἱ — — —]
35a — — —
col. II.36 — — — — — — — — — — — — — — — —ΩΝΗ
— — — — — — — — — — — — — — —ΩΝΑΛ
— — — — — — — — — — — — — — — —ΕΥΜΕ
— — — — — — — — — — — — — — —#⁷ΤΩΙ
40 — — — — — — — — — — — — — — — —ΕΝΟΥ
— — — — — — — — — — — — — — — —ΥΠΑ
— — — — — — — — — — — — — — — —#⁷ΑΡ
— — — — — — — — — — — — — — — —ΙΕΣ
— — — — — — — — — — — — — — — — —Υ
45 — — — — — — — — — — — — — — — —Π̣ΑΡ
— — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — —ΕΡΑ․․․
[— — — — — — — — — — τοὺς δ’ ἐ]κβεβλη-
[κότας ․․c.7․․ οἱ ἀμφοδάρχα]ι̣ ἀναγκα-
50 [ζέτωσαν ἀνακαθαίρειν τὸν τ]όπον, καθ’ ἃ
[ὁ νόμος προστάσσει. εἰ δὲ μ]ή, προσαγγελ-
[λέτωσαν τοῖς ἀστυνόμοις]. οἱ δὲ ἀστυνό-
[μοι ἐκδότωσαν μετὰ τοῦ ἀ]μφοδάρχου καὶ
[τὸ γενόμενον ἀνάλωμα] πραξάτωσαν
55 [τοὺς ἀπειθοῦντας παραχρ]ῆμα καὶ ζημι-
[ούτωσαν δραχμαῖς δέκα(?). ἐ]ὰν δέ τις τῶν ἀμ-
[φοδαρχῶν μὴ ποιήσηι τι τ]ῶν προγεγραμμέ-
[νων, ζημιούσθω ὑπὸ τ]ῶν ἀστυνόμων κα-
[θ’ ἕκαστον ἀτάκτημα δ]ραχμαῖς εἴκοσιν. τὰ
60 [δὲ ἀεὶ γεινόμενα δ]ιάφορα ἐκ τῶν ἐπιτί-
[μων ἀποδιδόσθω]σαν ἐκ μηνὸς εἰς μῆ-
[να τοῖς ταμίαις κ]αὶ ὑπαρχέτω[σ]αν, ἐὰν
[χρεία γείνηται(?)], εἰς τὴν ἀνακάθαρσ[ι]ν
[τῶν ὁδῶν(?), εἰ]ς δὲ ἄλλο μηθὲν μεταναφε-
65 [ρέσθω. τῆ]ς δὲ πράξεως καὶ τῶν ἄλλων
[πάντ]ων ἐπιμε[λ]είσθωσαν οἱ ἀστυνόμοι.
[ἐὰ]ν δέ τι μὴ ποιήσωσιν οὗτοι τῶν γεγραμ-
μένων, ζημιούσθωσαν ὑπὸ τῶν στρατη-
γῶν καὶ τοῦ ἐπὶ τῆς πόλεως καθ’ ἕκαστον
70 ἀτάκτημα δραχμαῖς πεντήκοντα καὶ κα-
τατασσέσθω καὶ αὕτη ἡ ζημία εἰς τὰ προγε-
γραμμένα. vvv χοός vvv ἐάν τινες ἐν ταῖς
ὁδοῖς χοῦν ὀρύσσωσιν ἢ λίθους ἢ πηλὸν ποι-
ῶσιν ἢ πλίνθους ἕλκωσιν ἢ μετεώρους
75 ὀχετοὺς ποιῶσιν, κωλυέτωσαν αὐτοὺς
οἱ ἀμφοδάρχαι. ἐὰν δὲ μὴ πείθωνται, ἐ〚σ〛-
παν<γ>ελλέτωσαν {²⁶ἐπανγελλέτωσαν}²⁶ τοῖς ἀστυνόμοις. οὗτοι
δὲ ζημιούτωσαν τὸν ἀπειθοῦντα καθ’ ἕ-
καστον ἀτάκτημα δραχμαῖς πέντε καὶ
80 ἀναγκαζέτωσαν τά τε ἄλλα ἀποκαθιστά-
ναι εἰς τὰ ἐξ ἀρχῆς καὶ τοὺς ὀχετοὺς κρυ-
πτοὺς ποιεῖν. ἐὰν δὲ μηδ’ οὕτω πειθαρχῶ-
σιν οἱ ἰδιῶται, ἔκδοσιν ποιείσθωσαν ἐν ἡ-
μέραις δέκα καὶ τὸ γενόμενον ἀνάλωμα
85 πραξάτωσαν παρὰ τῶν ἀπειθούντων ἡμιό-
λιον. ὁμοίως δὲ καὶ τοὺς προϋπάρχοντας ὀχε-
τοὺς ἐπαναγκαζέτωσαν κρυπτοὺς ποι-
εῖν. ἐὰν δέ τι τούτων μὴ ποιήσωσιν οἱ ἀ-
στυνόμοι, αὐτοὶ ἔνοχοι ἔστωσαν ταῖς ἴσαις
90 ζημίαις. vvvvv πράξεως vvvv ἐάν τινες
μὴ ἀποδιδῶσιν τῶν κοινῇ ἀνακαθαρθ<έ>ν-
των ἀμφόδων τὸ γεινόμενον μέρος τῆς
ἐκδόσεως τῶν κοπρίων ἢ τῶν ἐπιτίμων,
λαμβανέτωσαν αὐτῶν οἱ ἀμφοδάρχαι
95 ἐνέχυρα καὶ τιθέσθωσαν ἐνεχυρασίαν
πρὸς τοὺς ἀστυνόμους αὐθημερὸν ἢ τῆι ὑ-
στεραίαι καί, ἐὰν μηθεὶς ἐξομόσηται τὰ ἐ-
νεχυρασθέντα ἐν ἡμέραις πέντε, πωλεί-
τωσαν αὐτὰ ἢ ἐν φράτρηι ἢ ἐν τῆι ἀγορᾷ πλη-
100 θυούσῃ συνπαρόντων τῶν ἀστυνόμων
καὶ τὸ μὲν γεινόμενον κομι<ζ>έσθωσαν
— — — ἀπο․2-3․ΟΣΜ̣— — —
— — —
col. III.103 ἐπισκοπείτωσα[ν κ]αί, ἐὰν φαίνωντα[ι]
αὐτοῖς ἐπισκευά[σι]μοι εἶναι, ἐπισκευ-
105 αζέτωσαν οἱ κεκτημένοι. ἐὰν δέ τι-
νες αὐτῶν μὴ βούλωνται, ἐκδότωσαν
οἱ ἀστυνόμοι μετὰ τοῦ προαιρουμένου τῶν
βλαπτομένων. τοῦ δὲ γενομένο[υ ἀ]ναλώ-
ματος πραξάτωσαν παραχρῆμα παρὰ
110 μὲν τοῦ ἀπειθοῦντος τὰ τρία μέρη, παρὰ
δὲ τοῦ ἄλλου τὰ δύο καὶ ἀποκα[τ]αστησά-
τωσαν τοῖς ἠργολαβηκόσι[ν]. τῶν δὲ δε-
ομένων ἐπισκευῆς κοινῶ[ν] τοίχων
ἢ καταπεσόντων, ἐὰν μὲν ὅλοις τοῖς τοί-
115 χοις ὁμοίως οἱ γείτονες χρῶνται, τὸ ἴσον
εἰσφ[ε]ρέτωσαν εἰς τὴν οἰκοδομίαν. ἐ-
ὰν δὲ ὁ μ̣ὲ̣ν προσοικῇ πρὸς τῶι τοίχωι, ὁ
δὲ ὑπα[ίθ]ρωι χρῆται, εἰσφερέτωσαν
εἰς τὴ[ν] οἰκοδομίαν ὁ μὲν προσοικῶν
120 τὰ δύο μέρη, ὁ δὲ ὑπαίθρῳ χρώμενος τὸ
τρίτον. ὁμοίως δὲ ἀποτινέτωσαν καὶ
ἐὰν ὁ μὲν ὑπερῶιον οἴκημα πρὸς αὐτῶι
ἔχῃ, ὁ [δ]ὲ ἁπλοῦν. ἔστω δὲ περὶ μὲν τ<ῶ>ν
κοινῶν τοίχων ὑπὲρ τοῦ καταφθεί-
125 ροντος πρόσκλησις πρὸς τοὺς ἀστυνό-
μους καί, ἐὰν φαίν<ω>νται ἔνοχοι ὄντες
κρίσει νικηθέντες, ἀποτινέτωσαν
τὴν βλάβην αὐτῶν. μὴ ἐξουσία δὲ ἔστω
ἐπὶ τοὺς κοινοὺς τοίχους μήτε ἐποικο-
130 δομεῖν μήτε διορύσσειν μήτε ἄλλο κα-
ταβλάπτειν μηθέν, ἐὰν μὴ πείσωσιν
τ[οὺς] κυρίους. ὅσοι δὲ τοῖχοι πρόσχωροι ὄν-
τες [β]λάπτουσιν τοὺς ἐνοικοῦντας, ἐὰν βού-
λω[ν]ται αὐτοῖς οἱ κύριοι ὑπαίθροις οὖσιν τὰ
135 πρὸς τοὺς γείτονας περιστάσεις ποιεῖν,
μηθὲν βλάπτοντες τοὺς γείτονας μὴ κω-
λυέ[σθωσα]ν πο[ι]εῖν τὸ πλάτος μὴ πλεῖον
πήχεως καὶ στεγάζοντες αὐτὰς παραχρῆ-
μα γείσεσιν λιθίνοις, τοῦ ἐκτὸς τοίχου τῆς
140 περιστάσεως οἰκοδομηθέντος ἀσφα-
λῶς, ἐὰν μὴ πέτραι ᾖ, οὗ τὰ γείση ἐπιτεθήσε-
ται. μὴ ποιείτωσαν δὲ στεγά[ζον]τες ὑψη-
λότερον τὸ ἔδαφος τοῦ λοιποῦ ὑπαίθρου
πλὴν ὅσον ὕδατι ἀπόρρουν. κύριοι δὲ ἔστω-
145 σαν τῶν μὲν περιστάσεων οἱ ποιήσαντες,
τῶν δὲ ἐπ’ αὐτῶν τόπων, ὅταν στεγασθῶ-
σιν, οἱ γείτονες εἰς μηθὲν χρώμενοι, ἐξ οὗ
καταβλάψουσιν τοὺς ἀλλοτρίους τοίχους.
ποιείτωσαν δὲ τὰς εἰσόδους τῶν περιστά-
150 σεων ἐκ τῶν ἰδίων οἰκιῶν. ἐὰν δὲ ἀδύνα-
τον ᾖ κρείνοντος τοῦ ἀρχιτέκτονος μετὰ
τῶν ἀστυνόμων, διδότωσαν οἱ γείτονες
τὴν εἴσοδον τοῖς εἰσπορευομένοις ἕνεκεν
ἀνακαθάρσε<ω>ς, ὁμοίως δὲ καὶ ἐὰν πτώμα-
155 τος γενομένου ἐπισκευῆς προσδέωνται.
ὑπὲρ δὲ τῶν κατ’ ἐπηρεασμὸν εἰσπορευ-
ομένων ἐπικρείνοντες οἱ ἀστυνόμοι, ἐὰν
καταλαμβάνωσιν, ζημιούτωσαν αὐτὸν
δραχμαῖς πέντε. μηθεὶς δὲ πρὸς ἀλλοτρί-
160 ωι ἢ κοινῶι τοίχωι μήτε ὀρύγματα ποιείτω
μήτε πιθάκνας ἱστάτωι μήτε φυτευέτωι
μήτε ἄλλο ποιείτωι μηθέν, ἐξ οὗ καταβλά-
ψει τ<ὸ>ν τοῖχον. εἰ δὲ μή, ἐὰν ἐνκαλῇ ὁ κύριος,
οἱ ἀστυνόμοι ἐπισκοπείτωσαν καὶ ἐπικρει-
165 νέτωσαν, καθ’ ἃ ἂν αὐτοῖς φαίνηται δίκαιον
εἶναι. καὶ ὅσοι δ’ ἂν τοῖχοι τῶν ἀλλοτρίων οἰκι-
ῶν μέλλοντες καταπείπτειν, προφ[ηνάν]-
των <τῶν> γειτόνων τὴν βλάβην ․․․․․․10-13․․․․․․
ρα γεινομέ[ν]η̣ ἐπι․․․Α̣Σ̣— — —
169a — — —
170 [— — — — — — — — — — — — — — ἀναγ]-
col. IV.171 καζέτωσαν ἐκκαθαίρειν τοὺς ὑπονόμους.
vvvv κρηνῶν vvvv περὶ τῶν ἐν τῆι πόλει
καὶ τοῖς προαστίοις κρηνῶν ἐπιμελὲς γεινέσ-
θω τοῖς ἀστυνόμοις, ὅπως καθαραί τε ὦσιν
175 καὶ οἱ εἰς αὐτὰς ὑπόνομοι εἰσάγοντες καὶ ἐ-
ξάγοντες τὸ [ὕ]δωρ εὔρους ὑπάρχωσιν. ἐὰν
δέ τιν<ε>ς ἐπισκ[ε]υῆς προσδέωνται, προσαγ-
γελλέτωσαν τοῖς στρατηγοῖς καὶ τῶι ἐπὶ
τῶν ἱερῶν προσόδων, ὅπως διὰ τούτων γεί-
180 νωνται αἱ ἐκδόσεις. μηθενὶ δὲ ἐξουσία ἔ-
στω ἐπὶ τῶν δημοσίων κρηνῶν μήτε
κτῆνος ποτίζειν μήτε ἱμάτια πλύνειν
μήτε σκεῦος μήτε ἄλλο ἁπλῶς μηθέν.
ὁ δὲ τούτων τι ποιήσας, ἐὰν μὲν ἐλεύθε-
185 ρος ᾖ, τῶν τε κτηνῶν καὶ ἱματίων καὶ
τῶν σκευῶν στερείσθω καὶ αὐτὸς ζη-
μιούσθω δραχμαῖς πεντήκοντα, ἐὰν δὲ
οἰκέτης, ἐὰν μὲν μετὰ τῆς τοῦ κυρίου γνώ-
μης ποιήσῃ τι τούτων, ὁμοίως στερέσθω καὶ
190 αὐτὸς μαστιγούσθω ἐν τῶι κύφωνι πληγαῖς
πεντήκοντα, ἐὰν δὲ ἄνευ τῆς τοῦ κυρίου γνώ-
μης, ὧν μὲν ἂν ἔχῃ στερέσθω, μαστειγω-
θεὶς δὲ ἐν τῶι κύφωνι πληγαῖς ἑκατὸν δε-
δέσθω ἐν τῶι ξύλωι ἡμέρας δέκα καί, ὅταν
195 ἀφείηται, ἀφειέσθω μαστειγωθεὶς μὴ ἐλά<σ>-
σοσιν πληγαῖς πεντήκοντα. ἔστω δὲ τῶν ἄλ{ι}-
λων {²⁶ἄλλων}²⁶ τῶι βουλομένωι ἐπίληψις τῶν κακουρ-
γούντων περὶ τὰς κρήνας, καὶ ὁ ἀναγαγὼν ἢ ἀ-
νενέγκας ἐπὶ τοὺς ἀστυνόμους τὰ ληφθέντα
200 μεριζέσθω τοῦ γεινομένου ἐξ αὐτῶν διαφό-
ρου τ<ὸ> ἥμισυ, τὰ δὲ λοιπὰ κατατασσέσθω εἰς τὴν
ἐπισκευὴν τοῦ τῶν Νυμφῶν ἱεροῦ.
vv φρεάτ{ρ}ων {²⁶φρεάτων}²⁶ v οἱ καθεσταμένοι ἀστυνόμοι
τὰς ὑπαρχούσας ἐν ταῖς οἰκίαις δεξαμεν[ὰ]ς
205 ἀναγραφόμενοι ἐν τῶι Πανθείωι μηνὶ τι-
θέσθωσαν τὴν γραφὴν πρὸς τοὺς στρατηγοὺς
καὶ ἐπιμελείσθωσαν, ἵνα οἱ κύριοι στεγνὰς
παρέχωνται καὶ μηδεμία τῶν προϋπαρχου-
σῶν ἐνχωννύηται. εἰ δὲ μή, τοὺς τούτων τι
210 ποιοῦντας ζημιώσαντες καθ’ ἑκάστην δε-
ξαμενὴν δραχμαῖς ἑκατὸν πραξάτωσαν
[καὶ ἀνα]γκαζέτωσαν ἐκκαθᾶραι. καὶ εἴ τινες
δὲ πρότερον ἐνκεχωσμέναι εἰσίν, παραν-
γελλέτωσαν τοῖς κυρίοις, ὅπως ἐκκαθαίρω-
215 σιν ἐν μησὶν ὀκτώι. ἐὰν δὲ μὴ ποιήσωσι, πρά-
ξαντες καὶ τούτους τὴν αὐτὴν ζημίαν ἐπαναγ-
καζέτωσαν ἐκκαθαίρειν. τὰ δὲ γεινόμενα δι-
άφορα τῶν ζημιῶν ἀποδιδόσθωσαν ἐκ μηνὸς
εἰς μῆνα τοῖς ταμίαις καὶ ὑπαρχέτωσαν εἰς τὴν
220 ἀνακάθαρσιν καὶ κατασκευὴν τῶν δεξαμε-
νῶν, εἰς δὲ ἄλλο μηθὲν μεταφερέσθω. ὅσοι
δ’ ἂν φρέατα κεκτημένοι μὴ π[οιοῦ]ντες στε-
γνὰ βλάπτωσιν τοὺς γείτονας, ἐ[πανα]γκαζέ-
τωσαν αὐτοὺς οἱ ἀστυνόμοι ζημ[ιοῦντες], καί, ἐ-
225 άν τινες διὰ ταῦτα γείνωνται καταδίκ[αι, πρά]-
ξαντες οἱ ἀστυνόμοι ἀποδότωσαν τοῖς β[λα]-
πτομένοις. ὅσοι δ’ ἂν τῶν ἀστυνόμων μὴ
θῶνται τὴν ἐφ’ ἑαυτῶν γραφὴν τῶν φρε-
άτων εἰς τὸ ἀρχεῖον ἢ μὴ ποιήσωσιν καθ’ ἃ̣
230 ὁ νόμος προστάσσει, πραξάτωσαν αὐτοὺς οἱ
νομοφύλακες δραχμὰς ἑκατὸν καὶ κατα-
ταξάτωσαν εἰς τὰς αὐτὰς προσόδους.
v ἀφεδρώνων v οἱ ἀστυνόμοι ἐπιμέ-
λειαν ποιείσθωσαν τῶν τε δημοσίων ἀφε-
235 δρ[ών]ων καὶ τῶν ἐξ αὐτῶν ὑπονόμων καί,
[ὅσοι ἂν μὴ] στεγνοὶ ὑπάρχωσιν καὶ τῶν τ․
․․․․c.12․․․․#⁷ αὐτοῖς ․․4-5․․Σ․․c.6․․ΗΡΓ#⁷
— — —
Search Help
Contact Us