[ ] Mys. — Pergamon — bef. 133 BC — *IvP I 245 [I], LBW 1720b [II], with MDAI(A) 27.1902.45,67 [III] — Müller, Dekrete (unpubl., 1997) [04(1)]
a.1 [Π]ι̣ταναίων.
στρατηγοὶ εἶπαν· ἐπειδὴ [Περ]γαμηνοί, συγγενεῖς ὄντε̣[ς καὶ] φίλοι καὶ εὐνόω[ς]
διακείμενοι πρὸς τὴν̣ [πόλιν ἡ]μῶν ἀπ’ ἀρχῆς, ψηφίσμ[ατα καὶ] πρεσβευτὰς ἀπεσ̣-
τάλκασιν πρὸς ἡμᾶ[ς, νεικῶν ἐ]νεστηκότων πρὸς Μυ[τιληναίο]υ̣ς· Βάκχιον Εὐδήμου,
5 Ἀπολλόδωρον Ἀθ[ηνοδώρου, Διογ]ένην Ἀσκληπιάδου, Με[γίστερμον] Ἀττάλου, Σκάμωνα̣
Ἀσκλάπωνος, τοὺς [διακρινοῦν]τας ἐν ἑαυτοῖς ὑπεξ[ακούσαντας τῶν ἀ]ντιλεγομέ̣-
νων, καὶ μὴ π<ο>ρρωτ[έρω σπουδῆι κ]α̣ὶ φιλονικίαι ἐμφαν̣[․․․․․․․․․․․․․․․․․] ἡγοῦντα[ι]
Περγαμηνοὶ τ[․․․․․․․․․․․․․․․․ ἀγ]αθά, οἵ τε πρεσβε[υταὶ τούτωι τῶι ἐπαγγέλ]ματι πολ-
λοὺς καὶ συμφ[όρους ἀμφοτέραι]ς ταῖς πόλεσιν ἀ̣[νεδέξαντο π]όν[ους, καὶ σ]πουδῆι
10 καὶ π̣ροθυμ[ίαι ἄξιοι τῆς ἀπεσταλ]κυίας πατρίδος ε[․․․․․․]․πλη ΙΛ[— — — δηλ]α̣δὴ καὶ
δεδόχθ̣[αι τῶι δήμωι· ψηφίσασ]θαι Περγαμηνοῖς [τοῖς οὖ]σι καὶ φίλοις [καὶ] σ̣υνγ̣-
[ενέσι τῆι πόλει ἡμῶν χάριν], ὅτι οὐ[κ ἐ]ν τῶι παρόν[τι κ]α̣ιρῶι μόνον οὐδ[ὲ — —]
[— — —] αὐτῶν [․․․․] ἐκ παλαιῶ[ν χ]ρ̣όνων πα̣ρῆκον̣[— — —]
[— — — εἰς τὸν ἡμέτερον δ]ῆμον ἔχ[ο]υσι προθυμίαι κ̣α̣ὶ Ε̣Ι̣[—]Ν̣[․]Σ̣Υ̣Γ̣․[— — —]
15 [— — — πασῶν π]ε̣ριστάσε̣ων κοινωνοῦντες τῶν [— — — — — — —]
[— — — τεκμήρ]ιον ἀλ[η]θινῆς ἐστιν εὐνοίας δ[— — —][— — —]
[— — —] π̣ρ̣ὸ[ς] ἀλλήλας φιλάνθρω̣π[α πολλά]κις [— — — — — —]
[— — —]το γὰρ μὴ παραπέμπ[ειν ․․․]ων[— — — — — — — — — —]
[— — — ἀλ]λ’ ἴδιον ἀγαθὸν ἡγ[ουμέν]ην θ[— — — — — — — — —]
20 [— — —] καὶ φιλοίκειον σ[․․․]․της ․[— — — — — — — — — — —]
[— — —]τη[— — —] τά τε τῆς συγ̣γενεία̣[ς — — — — — — — — —]
[— — — τ]ὴν τῶν [․․․․ κοι]ν̣ωνίαν μέγα τι κα[— — — — — — —]
[— — — ἀνή]κειν πρὸ[ς τοὺς συγ]γενεστάτους [— — — — — — —]
[— — — διοι]κ̣ουμένοις ὑπὸ Πε[ργ]αμηνῶν ἑ[τ]οίμ̣[ως — — — —]
25 [— — — συν]τ̣όμως καὶ μὴ φιλέχθρως ὑπεξ[ακου— — — — — — —]
[— — —]α αἱρούμεθα κριτὰς αὐτοὺς τοὺς [— — — — — — — — —]
[— — —]ι τῶν ἀντιλεγομένων, ἐπεὶ καὶ Μυτιληναῖο[ι ὡμολόγη]-
[σαν κριτὰς αὐτοὺς ἑλέσθα]ι, οἵτινες ἐπὶ τὴν χώραν παραγενόμενοι τοῦ ἐν̣ [ἡμῖν μη]-
[νὸς — — —, — — — δέ], ὡς Περγαμηνοὶ ἄγουσιν, ἄρξονται διακούειν κ[αὶ καθ’ ἕ]-
30 [καστον σκοποῦντες ποή]σονται τὴν κρίσιν μεθ’ ὅρκου καὶ τῶν γνωσθέντω̣[ν ἀπόφασιν]
[ἔγγραφον ἑκατέραι τ]ῶν πόλεων ἀποδώσουσιν· τὰ δὲ κριθέντα εἶ[ναι κύρια καὶ]
[ἀμετάθετα. ὡσαύτω]ς δὲ καὶ τὰ συνλυθέντα, ἐὰν ἀμφότεροι ἀνα[δέξωνται, γρά]-
[ψουσιν ἐν στήληι. στηλ]ώσουσιν δὲ καὶ τοὺς προσδεομένου[ς ἐκεῖ ὑπογραφῆς ἄλ]-
[λους ὅρους, μηδὲν ἀ]διέξακτον ἀπολείποντες, οὐδ’ ἐὰν μη[— — —]
35 [— — —]ος ἑαυτοὺς ἡγούμενοι, ἀλ̣[λὰ] κρίν[οντες — — —],
[— — — δι]εξαχθῆναι τὰ νείκη καὶ μ[ηδὲν ἔτι μήτε ἔγκλημα μήτε νεῖκος]
[διαφορᾶς ἐχόμεν]ον ἀπολειφθῆναι του̣[— — —]
[— — —] δ̣ιὰ πρ[ογόνων — — —]
[— — —]ο[— — —]
40 [— — —][τ]ὰ συσταθ[έντα — — —]
[— — — ἐπη]ι̣νῆσθαι δὲ κ[αὶ τὸν δῆμον Περγαμηνῶν — — —]
[— — —]․ν αὑτοῖς, ἔτι δὲ [— — —]
[— — — τῆ]ς συνλύσεως ἡ ε[— — — πά]-
[σαι ἔσπε]υσεν ἐπιμελείαι. [ἐπηινῆσθαι δὲ καὶ τοὺς πρεσβευτὰς καὶ καλέσαι ἐπὶ]
45 [τὴν κοιν]ὴν ἑστίαν, φρο[ντίσαι δὲ περὶ αὐτῶν τοὺς στρατηγούς].
[Μυτιληναίων].
[ἐπεὶ ἀ β]όλλα καὶ ὀ δᾶμος Π[εργαμήνων — — — ἀπεστάλκασι ψάφισμα]
[Περγα]μήνων, ὂ ἀνέδωκα̣[ν ἄμμι οἰ αἰρέθεντες πρέσβευται Βάκχιος Εὐδάμω, Ἀπολλόδωρος]
[Ἀθαν]οδώρω, Διογένη[ς Ἀσκλαπιάδα, Μεγίστερμος Ἀττάλω, Σκάμων Ἀσκλάπωνος],
50 [ᾦ δι]ασάφηνται [— — —]
[․․․ κ]αὶ πόλλ[α — — —]
[․․․]οις τὰς προ[— — —]
[․․․]νος ἀμφισβ[ατ— — —]
[․]ν ἂν λάβηται σ[— — — — ἀμ]-
55 [φ]οτέραις ταὶς π̣[όλιας — — ἀνη]-
κόντεσσι τοῖσ̣[ι — — —]
ο̣μένοις ὐπ̣[— — —]
ον καὶ τὰν [— — —]
τ̣ᾶς συλλ̣[ύσιος — — — οὐδε]-
60 μίας πε[— — — τοῖ]-
σι συγγ[ενεστάτοισι — — —]
․․․․[— — — —]
b.1 [— — —]ο․[— — —]
[— — —]․μένοις ․[— — —]
[— — —]κ̣ίαν πρὸς Πιτ[αναίοις — — —]
[— — —] διὸ καὶ τοὶς π[— — —]
5 [— — —]ς σ[υ]ντόμως ὐπεξ[ακου— — —]
[— — —] αἴ̣ρηται κρίτα̣ι̣ς αὔτοις τοὶς [— — —]
[— — — τῶν ἀντιλ]ε̣γομένων, ἐπεὶ κ̣α̣ὶ Π[ιτ]άν̣[αιοι ὠμολό]-
[γησαν αὔτοις ἔλεσθαι, οἴτινες ἐπὶ τὰν χώραν π]αραγενόμενοι τῶ ἐν [ἄμμιν μῆνος]
[— —, — — δέ, ὠς Περγάμηνοι ἄγοισι, ἄρξοντ]αι διακούην καὶ κατ’ ἔκασ[τον σκοπέοντες]
10 [ποήσονται τὰν κρίσιν μετ’ ὄρκου καὶ τῶν γ]νωσθέντων ἀπόφασιν ἔγ[γραφ]ον ἐκ̣α[τέ]-
[ραι τᾶν πολίων ἀποδώσοισι· τὰ δὲ κρίθεντα] ὐ̣πά̣ρξοισι κύρια καὶ ἀμετάθετα. ὠσαύτως
[δὲ καὶ γράψοισι ἐν στάλᾳ, ἐὰν ἀμφότεροι ἀναδέξωνται τὰ ἐ]ς σύλλυσιν. σταλώσοισι δὲ
[καὶ τοὶς προσδεομένοις ἔκει ὐ]πο[γράφας ἄλλοις ὄροις, μῆδε]ν̣ ἀδιέξ[ακτον ἀπολεί]-
[ποντες — — —] τ̣ις ἠ παρ[— — —]ν․[— — —]
15 [— — —] παρέοντα[ς ․․․․․]ν τάχιστα, [μῆδεν ἔτι ἀπολειφθῆναι]
[μήτε ἔγκλημα μήτε νεῖκ]ος ἀλλάλαν̣ [διαφόρ]ας ἐχόμεν[ον — — — ]
[— — —]ας τᾶν πολίω[ν ․․․․․] σ̣υμβόλαια̣ [— — —]
[— — — δ]ικάσσασθαι ἐν [μήνεσσι τ]ρ̣ίσσι ε[— — — —]
[— — — πρ]οθεσμίας τοῖς [․․․․․․․․ α]ὔτας [— — —]
20 [— — — ἐφε]σιδικίαν κα[ὶ ․․]α․[— — —] ἐπαίν̣[ησαι δὲ τοὶς πρεσβεύτας ἐπὶ τῷ]
[τὰν ἐπιδαμίαν ποήσα]σ̣θαι τὰν ἐν ἄ̣[μμιν μετὰ φιλοπ]ονί[ας κ]α̣ὶ ἀξί[ως τῶν ἀποστελλάντω]ν.
[τοὶς δὲ στροτά]γοις τοὶς πε[ρ]ὶ Τα̣[․․․․․․․․, ὄτι μ]ε̣τὰ πλε[ίστας εὐνοίας] καὶ φι[λ]-
[ανθρωπίας καὶ ἐπιμελέ]ως ἔκαστα πε[πράχοτες τῶν δεόντ]ω̣ν ἐπρέσβε[υσαν κατ’ εὔκ]λεες,
[ἀνακαρύξασθαι, καλ]εσσάτωσα[ν δὲ αὔτοις ἐπὶ ξέ]νια εἰς τὸ π[ρυτανήιον] ἐπὶ τὰν
25 [ἐπίουσαν ἀμέραν. ὄπως] δὲ πρόξενο̣[ι καὶ πόλιται γ]ένωντα[ι τᾶς πόλι]ος, εἰσαγή-
[σασθαι καὶ περὶ αὔτων τοὶ]ς σ[τ]ρ̣ο̣[τάγοις ἐν τοῖς χρ]όνοις [τοῖς ἐκ τῶ]ν νόμων.
[Περγαμηνῶν].
[— — — ἐφιεμέν]ου βασιλ̣[έ]-
[ως Ἀττάλου(?) — — —]σθε[—]
c.1 [— — —]․․α․[— — —]
[․․․] μηνὶ̣ Α̣․[— — — — Π]ιτάνην καὶ̣ [Μυτιλήνην — — —]
[πρ]ὸς ἀλλήλας [συν]θέντες ὑπ’ αὐτῶ[ν — — — τὰ]
[ἀ]ποσταλέντα ὑπ’ [αὐ]τῶν ἀποκρίματα Β[άκχιος Εὐδήμου, Ἀπολλόδωρος Ἀθηνοδώρου, Διογέν]-
5 [ης Ἀ]σκληπιάδου, Μ̣[ε]γίστερμος Ἀττάλο[υ, Σκά]μ̣ων [Ἀσκλάπωνος — — — πᾶ]-
[σαν] σπουδὴν κα[ὶ φι]λοτιμίαν ἕνεκα τοῦ μή̣[τε(?)] λεχθ̣[ῆναι — — —]
[․․․․․]ο αὐτοῖς [συ]γγενικῶς ἐπιλῦσαι τὰ νείκ[η — — —]
[․․․․․․]σιν αὐτ[οὶ ἐ]πιδεξάμενοι τὴν κρίσιν π[— — —]
[․․․․ ἐφε]ῖνα[ι τὰ κρί]ματα ἑαυτοῖς, ἵνα φιλικ̣[ῶς — — —]
10 [— — — πο]ιῆται σύλλυσις οὐδ’ υ[— — —]
[․․․ Πιτ]α̣ναῖο̣[ι — — τ]ὴν ἐξουσίαν #⁷[— — —]
[․․․․ ἐ]χόντω[ν — — — λοι]πῶν ἀν[— — — —]
[․․․ ἐ]χόμενοι [— — —]
[․․․․․]τα τὴν Ἀτταϊ̣[τῶν — — —]
15 [․․․․․] μέν τε αὐτῶν λ[— — —]
[συνθέ]ντες ἐκ τῶν εἰρη[μένων — — — ταῖς]
[πόλεσ]ιν εὔσημον καθεσ[τά]ναι ὁ[ρισμῶι(?) — — — —]
[․․․]․τας ἐκ τῶν παρατ[εθ]έ̣ντων ἡμῖ[ν — — —]
[․․ ἑκ]ατέρων ἐγδικούντων̣ [ἐ]ξεθέμεθ[α — —][— — —]
20 [․․․]․ τῆς ἐπὶ τῆς ῥάχεως κά[τ]ω εἰς τὸν [ῥ]ύ̣α̣κα καὶ ὡς [ἡ ὁδὸς ἄγει καὶ αἱ στῆλαι κεῖν]-
[ται εἰ]ς τὴν ὁδὸν τὴν ὁρίζουσαν τ̣ήν τε Πιταναίαν καὶ Ι․[— — — — καὶ ὡς ἡ ὁδὸς]
[ἄγ]ει καὶ αἱ στῆλαι κεῖνται ἕως τῶν̣ πετρῶν τῶν δύο τῶν [— — —]
[—] ἐποιήσαμεν, ἀπὸ δὲ τούτων εἰς τὸ[ν λει]μῶνα, ὡς ἡ στήλη κεῖ̣τ̣αι [καὶ ὡς ἡ ὁδὸς ἄγει εἰς]
[τ]ὴν Ἀστυρηνήν, ὡς αἱ στῆλαι κεῖν[ται εἰ]ς τὴν ὁδὸν καὶ ὡς ἡ ὁδὸ[ς ἄγει καὶ ὡς αἱ στῆ]-
25 [λα]ι κεῖνται παρὰ τὴν Ἀστυρηνὴν ἕως [τοῦ] τάφου τοῦ πρὸς τῆι ὁδῶι [τοῦ ἐγγεγραμμένου(?)]
[Ἐ]πικράτου, ἀπὸ δὲ τούτου ἐπὶ τὰ ὄρ[η τὰ] πρὸς Ἀταρνίτας ὑπεξηγμ[ένα — — — περὶ]
π̣άντων, καθότι συνέθεντο πρὸς ἀλλ[ήλ]ους, μηδὲν ἔτι αὐτοῖς ἀπολει[φθῆναι μήτε ἔγκλη]-
μα̣ μ̣ή̣τε νεῖκος διαφορᾶς ἐχόμενον, καθότ̣ι καὶ αὐτοὶ διὰ τῶν ἀποκριμάτω[ν ἐνεφάνισαν, ἐμ]-
[φανιζόντω]ν δὲ ὁμοίως Μυτιληναίων Πιτα̣ναίοις καὶ ὅτι ἐγ Καΐκου πεδίωι χ[ώραν — — —]
30 [— — — ἐσ]χ̣ήκασιν αὐτῶν. ἀναχ[ωρ]ήσαντες εἰς Πέργαμον, κατὰ τὴ[ν τοῦ δήμου ἐπι]-
[ταγὴν καὶ τὴν βασιλέω]ς εὐδόκησιν, [ὀμό]σαντες ἐν τῶι ἱερῶι τῶν Διοσκόρω̣[ν — —]
[— — — κεκρίκα]μεν καὶ τῶν μὲν Μυτιληναίων παρ̣[εχομένων — — —]
[— — —] Πιταναίοις καὶ ἑαυτοῖς καὶ παρεχομέ[νων — — —]
[— — —]ν, τῶν δὲ Πιταναίων ὁμοίως ἐκ τῶν ἱστο̣[ρημένων]
35 [— — — τὴν χ]ώραν ταύτην κατεσ̣[χ]ηκότας ἑαυτοὺς [— — —]
[— — — πολλὰς] γενεὰς πα[ρ]’ αὐτοῖς τετηρημένον ἡ με[— — —]
[— — — ἐπρ]ίατο ταῖς μεταπτώσεσιν τ[— — —]
[— — —]ας ἐληλ̣υ̣θένα̣ι κυρε̣ία̣ [— — —]
[— — — ἐν πολλαῖς γε]νεαῖς τῶν τόπων ἐ[π․κ]ρατ̣η̣σα̣[ν— — —]
40 [—]Μ․[— — —] καὶ τεσσάρων ταλάντων καὶ μετὰ τα[ῦ]-
τ̣α Σελεύκο[υ τῆι πρὸς] Λυσ[ίμαχον μάχηι ἐπ]ι̣κρατήσαντος ὁ υἱὸς αὐτοῦ διαδεξάμενος
τὴν βασιλείαν [Ἀντίο]χος τὴν πεδι̣[άδα χώ]ραν αὐτοῖς ἐπώλησεν ταλάντων τριακοσίων̣
τριάκοντα καὶ π[ροσε]ι̣σέπραξεν ἄλλα̣ [τ]άλαντα πεντήκοντα καὶ περὶ τούτων τὰς πίστεις
ἐγγράφους παρατιθέ[ασι]ν, δόντος ε̣[ἰς τ]αῦτα Πιταναίοις καὶ Φιλεταίρου τ[άλαντα τεσσαρά(?)]-
45 κοντα, καθότι ἐκ τῆς ἀνα̣[γεγραμμένης πα]ρ̣’ ἡμῖν ἐ̣ν τῶι ἱερῶι τῆς Ἀθηνᾶ[ς ἐπιστώ]σα[ντο στή]-
λης, κα̣ὶ ὡς ἡ παγκτητικὴ τῆ̣ς χ[ώρας κυρε]ία καὶ διὰ τῶν ἐγγράφω[ν ἐπὶ τῆς δια]νομῆς α[ὐ]-
τοῖς ὑπὸ τῶν κρατούντων παρεκε[ῖ ἐδέδοτ]ο, ἀναντιρ<ρ>ήτως δεικ[νύντες ἐκ τ]ῶν καθιερ[ω]-
μένων στηλῶν ἔν τε Ἰλίωι καὶ Δήλω[ι καὶ Ἐφ]έ̣σωι, ἐν αἷς ἡ γε[γραμμένη ὑ]πὸ Ἀντιόχ[ου]
[ἐ]πιστολὴ περὶ τῆς κατὰ τὴν χώραν τα[ύτην κυ]ρ̣είας κατετέ[τακτο, παρ]α̣σχομένω[ν τε]
50 [κ]αὶ ὡς Εὐμένης παραλαβὼν τὰ πράγ[ματα τὴν Σε]λεύκου [ἐκύρωσεν ἐπ]ιστολὴν π[ρὸς]
[Πι]ταναίους, ἐν ἧι σὺν τοῖς ἄλλοις ἐγέγρ̣[απτο κ]ατὰ λέξ[ιν ταῦτα· τὴν κυρεία]ν δὲ καὶ τὴ̣[ν εἰς]
[τὸν πάντα χρό]νον, τὴν ἀναμφισβ̣ή̣τητ̣ον καὶ ὁμολογουμέ[νην — — — οὐ μ]ὴν ἀντιρρ[ητέον]
[— — — κατὰ] τὴν κρίσιν τὴν τοῖς Ἐλαΐτα[ις γενομένην ὑπὸ Ἀντιό]χου ημ[․․․]
[— — — βα]σιλικὴν οὐ μὴν ἄλλου τε λυσιτ[ελ— — —]
55 [— — — οὐ]δὲν οὐδ’ ἂν ἡ πάνυ μέγα τὴν τ[— — —]
[— — — περὶ] πάντων τὸ δίκαιον θεωροῦ̣[ντες — — —]
[— — — Πιταναίοις] ἀ̣ποκαθίσταμεν αὐτὴν κ[— — —]
[κατὰ τὴν γνώμην τὴν ἡμε]τέραν τὴν νῦν ἀσφαλ̣[ῶς — — —]
[— — — τὴν ὠ]νὴν τῆς χώρας γεγ[ενη— — —]
60 [— — —]οις ἐστηλογράφη[ται— —]
[— — — Πιτανα(?)]ίοις, πρὸς δὲ τού[τοις — — —]
[— — —]οις ὀμοσαντ[— — —]
[— — — Π]ι̣ταναίων ὑ[— — —]
[— — — ἐ]σ̣τι αὐτοῖς [— — —]
65 [— — — α]ὐτοὶ δια[— — —]
d.1 [— — —]καλ[εσ— — —]
[— — —] π̣ρεσβευταὶ ε․[— — —]
[— — τοὺς ἁ]ρ̣μόζοντας λό[γους — —]
[— — —] σπουδα[ίως — — —]
Search Help
Contact Us