[ ]
Mys. — Pergamon — 133 & 119 BC — *RDGE 11, cf. Drew-Bear, NIP 1-8; OGIS 435; IGR 4.301
1 | [— — —]Σ[— — —] |
συνκλ[ήτου δόγμα] | |
[Γ]άϊος Ποπίλλιος Γαΐου υἱὸς σ[τρατηγὸς τῆι συγκλή]- | |
[τ]ωι συνεβουλεύσατο πρὸ ἡμ[ερῶν — — —] | |
5 | [․․․]εμβρίων· περὶ ὧν λόγους ἐπ[οιή— — — περὶ τῶν ἐν Περγά]- |
[μ]ω̣ι(?) πραγμάτων, τίνες ἐντολ[αὶ ἔσονται τοῖς εἰς] | |
[Ἀ]σίαν πορευομένοις στρατηγοῖς, ὅ[σα ἐν Ἀσίαι ἕ]- | |
[ω]ς τῆς Ἀττάλου τελευτῆς ὑπὸ τῶν [βασιλέων] | |
[δι]ωρθώθη ἐδωρήθη ἀφέθη ἐζημιώ[θη ὅπως ταῦτα ἦι] | |
10 | [κύ]ρια, ὑπὲρ τούτου τῆι συνκλήτωι οὕτ[ως ἔδοξε· περὶ] |
[ὧν Γ]άϊος Ποπίλλιος Γαΐου υἱὸς στρατη[γὸς λόγους ἐ]- | |
[ποιή]σατο, περὶ τούτου τοῦ πράγματο[ς οὕτως ἔδοξε]· | |
[ὅπω]ς ὅσα βασιλεὺς Ἄτταλος οἵ τε λο[ιποὶ βασι]- | |
[λεῖς] διώρθωσαν ἐζημίωσαν ἢ [ἀφῆκαν ἐδωρησαν]- | |
15 | [το, ὅ]σα τούτων ἐγένετο πρὸ μιᾶς [ἡμέρας πρὶν ἢ] |
[Ἄττ]αλον τελευτῆσαι, ὅπως ταῦτ[α κύρια ἦι στρατη]- | |
[γο]ί τε οἱ εἰς Ἀσίαν πορευόμεν[οι μηδὲν κινῶσι τὴν δια]- | |
[θήκ(?)]ην, ἀλλὰ ἐῶσι κύρια μένειν [ἅπαντα καθὼς ἡ σύνκλη]- | |
%⁸¹τος ἐπέκριν[εν]. | |
20 | [γραμ]μάτων [Πο]π̣λίου Σερουι[λίου — — —] |
[․․․․]υ̣ τε[— — —] |