[ ]
Lakonike — Gytheion — Rom. Imp. period
1 | [— — — — — — — — — — — — — — — — — — — — — — —]νίου |
[— — — — — — — — — — — — τὸ μ]ὲν δημόσιον κουφισθῇ ταύ[της τῆς] | |
[δαπάνης — — — — — — — — — μ]ηδὲ τὸ μὲν γυμνάσιον καὶ οἱ πα[— —] | |
[— — — — — — — εἰ δέ τινες] ξένοι παρεπιδημήσουσιν, τὸν ἀπὸ [— —] | |
5 | [— — — — — — — — — — —] κόσμον καὶ θεραπείαν τοῦ σώματος [— —] |
[— — — — — — — — — —]#⁷ρημα τὸ προγεγραμμένον, ὅπως κα[θ’ ἕκα]- | |
[στον ἔτος οἱ καθεστῶ]τες ἄρχοντες, ὅταν καὶ τὰ λοιπὰ δημ[όσια χρή]- | |
[ματα ἐγδίδωσι]ν, ἀπὸ τοῦ ἐπὶ Ἀριστοπόλεος στρατηγοῦ [ἐνιαυ]- | |
[τοῦ κατὰ τὰ δόγμα]τα τῶν τῆς πόλεος συνέδρων καὶ τοῦ δ[ήμου], | |
10 | [καὶ τὴν ἐλαϊκὴ]ν πιπράσκωσι παροχὴν <ἐν>τεταμένως [σκοποῦν]- |
[τες, ὅπως ἐκ τῆς ἐ]μῆς χάριτος καὶ δωρεᾶς ἀθάνατα προσ[γίνη]- | |
[ται κέρδη τοῦ ἀρ]γυρίου ἐγδιδομένου καὶ τῶν λαμβανόν[των τὸ] | |
[ἀργύριον ἐγγύ]ας ἐνγαίους τῇ πόλει διδόντων ἀξι[οχρέονας], | |
[ἵνα ἐκ τῶν τόκων τ]ὸ ἔλαιον εἰς αἰῶνα τοῖς Γυθεατῶν πολί[ταις τε] | |
15 | [καὶ ξένοις χορ]ηγῆται, πᾶσάν τε πίστιν καὶ σπουδὴν [οἱ ἄρχον]- |
[τες καὶ οἱ σύ]νεδροι εἰσφέρωνται κατ’ ἔτος, ὅπως ἀΐδιο[ς ἡ τοῦ ἐ]- | |
[λαίου δόσις τῶι] γυμνασίωι διαμίνῃ καὶ τῇ πόλει, μηδενὸ[ς τολμῶν]- | |
[τος μήτε κατ’ ἰδία]ν μήτε δημοσίᾳ τῆς ἐμῆς χάριτος κατολ[ιγωρεῖν]. | |
[ἐὰν δὲ οἱ γινόμ]ενοι κατ’ ἔτος ἄρχοντες ἢ οἱ σύνεδροι ἢ ἡ πό[λις ὀ]- | |
20 | [λιγωρήσωσιν] τῆς εἰς αἰῶνα τοῦ ἐλαίου χορηγίας ἢ μὴ κα[τὰ τὰ] |
[γεγραμμένα ἐγ]δανείσωσι τὸ ἀργύριον ἢ μὴ ἀξιοχρέονας [ἐνγαί]- | |
[ους ἐγγύας λάβωσ]ιν παρὰ τῶν τὸν ἐλαϊκὸν μελλόντων [τῶι δημο]- | |
[σίωι ἀποφέρε]ιν τόκον, ἵνα ἐκ παντὸς ᾖ τὸ ἄλειμμα [τῇ πόλει], | |
[ἢ μὴ πολυπρα]<γ>μ<ο>νήσωσι εἰς τὸ τὴν ἐμὴν τοῦ ἀργυρίου [δόσιν] | |
25 | [ἀΐδιον μένει]ν, ἀλλὰ μὴ τῆς πόλεως γενέσθαι δόξα[ν ὀλι]- |
[γωρίας, ἐξέστω] τῷ βουλομένῳ καὶ Ἑλλήνων καὶ Ῥωμαίων̣ [κα]- | |
[τηγορῆσαι ὀλι]γωρίας τῆς πόλεως ἐπὶ τοῦ δήμου [τῶν Λακε]- | |
[δαιμονίων, δεχο]μένων μὲν τῶν ἀρχόντων τὴν ἐπανγελί[αν ταύ]- | |
[την, τὸ δὲ ἀντίγ]ραφον διδόντος τοῦ κατηγόρου καὶ προθεσ[μί]- | |
30 | [αν προγράφοντο]ς· μὴ δεχομένων δὲ ἐκκολλησαντ[— — — — —] |
[— — — — — — — — —]Ι̣· <τ>ὸ μὲν τέταρτον ἔστω μέρος [τῶν] | |
[ὀ]κτακ[ισχιλίων διναρίων] τοῦ κατηγορήσαντος, ἐὰν ἐλ[έν]- | |
[ξ]<ῃ> τὴ[ν τῶν Γυθεατῶν] ῥαθυ[μία]ν, τὰ δὲ ἑξακισχίλια δινά[ρια τῆς] | |
[π]όλεως [τῶν Λακεδ]αιμονίων. ἐὰν̣ [δ]ὲ καὶ Λακεδαιμόνιοι [ὀλι]- | |
35 | [γω]ρήσωσιν [τῆς ἐμ]ῆς χάριτος, ἔστω [τὰ ἑ]ξακισχίλια διν[άρια] |
[τῆς] Σεβαστῆ[ς θε]ᾶς, ἐλένξαντος τοῦ β[ουλ]ομένου τὴν [Λα]- | |
[κεδα]ιμονίων ὀλιγ[ω]ρίαν καὶ τοῖ<ς> Σεβαστοῖς τὸ ἀρ̣[γύριο]ν ἀνε[νεγ]- | |
[κόν]τ̣ος. βούλομαι δὲ καὶ τοὺς δούλους τῆς τοῦ [ἀλείμματος φι]- | |
[λανθρω]πίας μετέχει<ν> κατ’ ἔτος ἐπὶ ἓξ ἡμέρας, τρῖς [μὲν ․․․․․․] | |
40 | [․․․․]#⁷ους καὶ τρῖς τὰς τῆς θεοῦ, μήτε ἄρχοντος [μήτε συνέδρου] |
[μήτε γ]υμνασιάρχου κωλύοντος αὐτοὺς ἀλείφεσθαι, κα̣[ὶ εἰς] | |
[λιθίν]ας τρεῖς στήλας ἀναγραφῆναι τὴν τῆς ἐμῆς <χ>[άριτος ἐ]- | |
[πὶ τοῖς] ῥητοῖς γεινομένην τῷ γυμνασίωι καὶ τῇ πόλει δω[ρεάν], | |
[ἵνα μί]α μὲν ἐν ἀγορᾷ πρὸ τῆς ἐμῆς οἰκίας εἰς τὸν τ[οῖχον] | |
45 | [προσερ]εισθῆι, μία δὲ εἰς τὸ Καισάρηον ἀνασταθῇ παρὰ τὰ[ς ․․] |
[․․․․ πύ]λας τεθεῖσα, μία δὲ εἰς τὸ γυμνάσιον, ἵνα καὶ πολ[ί]- | |
[ταις καὶ] ξένοις εἰς αἰῶνα φανερὰ καὶ εὔγνωστος ᾖ πᾶσιν [ἡ] | |
[τῆς ἐμ]ῆς χάριτος φιλανθρωπία. παρακατατίθεμαι δὲ τῇ [πό]- | |
[λει καὶ το]ῖς συνέδροις καὶ τοὺς θρεπτούς μου καὶ ἀπ[ελευ]- | |
50 | [θέρους] πάντας τε καὶ πάσας. ἐνεύχομαί τε ὑμεῖν θε[οὺς] |
[καὶ θεὰς] καὶ τὴν τῶν Σεβαστῶν Τύχην, καὶ ζώσης ἐμοῦ [καὶ ἐὰν] | |
[ἀνθρώπε]ιόν τι πάθω, καὶ κατὰ ἄνδρα καὶ κοινῇ, τὴν ἀρίστην [καὶ] | |
[φιλτάτην] <ἐ>μοῦ καὶ ὧν ἐγὼ τειμῶ καὶ τετείμηκα θρε[πτῶν] | |
[καὶ ἀπελε]υθέρων διὰ παντὸς ὑμᾶς ποιήσασθαι πρόνο[ι]- | |
55 | [αν, ἵνα ․․․․]επείδητοι διὰ τὴν ἁπάντων ὑμῶν εἰς ἐμὲ ε[ὔ]- |
[νοιαν ἀμετακίν]ητοι φυλαχθῶσιν. ἀθάνατος γὰρ εἶναι δόξω [χάριν] | |
[ταύτην κομισ]αμένη δικαίαν καὶ συνπαθεστάτην ἐμοὶ παρ’ [ὑμῶν], | |
[οὐδὲ θεῶν καθι]στεριῶ τῇ πόλει πεπιστευκῦα. vacat | |
[ἔγραψα Πόπλιος Φαί]νιος Πρεῖμος ὁ θρεπτὸς καὶ ἀπελεύθερο[ς Φαι]- | |
60 | [νίας Βωματίου κ]ελευούσης διὰ φροντιστοῦ καὶ κυρίου Πο[πλίου] |
[Ὀφελλίου Κρίσπο]υ̣. Φαινία Βωμάτιον εὐδοκῶ τοῖς προγε[γραμ]- | |
[μένοις πᾶσιν]. Πόπλιος Ὀφέλλιος Κρίσπος ὁ φροντισ[τὴς] | |
[καὶ κύριος συνευδοκῶ] τοῖς προγεγραμμένοις. | |
Ὀ(φέλλιος), Β(ωμάτιον). |