[ ] Boiotia — Thespiai — 1st c. AD — BCH 26 (1902) 298,18
1 ὁ δῆμος Ἀρίστωνα Φιλείνου
ἄριστα πολειτευσάμενον καὶ
τὰς ἀρχὰς πάσας τελέσαντα
καλῶς καὶ ἄρξαντα ἴσως καὶ δι-
5 καίως ἀγωνοθετήσαντα δὲ Ἐρω-
τιδήων καὶ Καισαρήων καὶ Μουσήων
καὶ Σεβαστῆς Ἰουλίας, θεοῖς.
Search Help
Contact Us