[ ]
Lakonike — Gytheion — ca. 100-50 BC
1 | πέντε <σ>ε καὶ δέκ’ ἐτῶν ὁ βαρὺς μίτος ἥρπασε Μοιρ̣[ῶ]ν, |
Ἄτταλε, σεμνοτάτης μητρὸς ἄ[γ]α̣<λμ>α̣ [Τύ]χης, | |
τὸν σοφίαν ἀσκοῦντα̣ κα̣ὶ ε̣ἰς καλὰ πάντα Μο[υ]σ[ῶ]<ν> | |
Ἄττ̣αλον εὐμοίρωι χρησάμενον β̣ιότωι. | |
5 | το̣ι̣γὰ̣ρ μὴ λυπεῖσθε λ̣ίαν τὸ γὰρ νέον, ὥς τινες ε<ἶπ>ον |
εἰ φίλον ἐστὶ θεοῖς, ὀξὺν ἔ̣χει θά̣να̣το̣ν. | |
6a | ————— |
7 | Ἄτταλος ἐνθά̣δε̣ ἔφηβ̣[ο]ς ἔτη ζ̣ή̣σα̣ς δεκ̣[α]πέντε |
κεῖται τὴν Μουσῶν̣ γνο̣ὺ̣ς ἐπ’ ἄ̣κρον σοφίην. | |
τοῦτο δὲ δυστήνοισιν ἐν ἀνθρώποισιν̣ ἔδε[ι]ξεν | |
10 | θνήσκων, ὡς ἀγαθὸν πᾶν ὀλιγοχρόνιον. |
10a | ————— |
11 | Ἄτταλον ἀκμά̣ζοντα κα<λ>ὸν κ̣αὶ χρηστὸν ἔ̣φηβ̣ον |
ἥρπασεν ἡ ταχινὴ Μοῖρα πρὸς ἀθανάτους, | |
οὔπω γευσάμενον β̣ιό[τ]ο[υ], κλ[α]υ̣τ̣ὸν δὲ γονεῦσιν, | |
ζήσανθ’ ἡλικίην, ἣν ἐπένευσ[ε θεό]<ς>. [—]Ο | |
15 | ὁ χρόνος̣ ἀ̣ν̣θ̣ρώποις [— — — —]ΝΛΕ[․]ΒΟ[—]ΝΟ |
τείμιοι εὐκαίρως τοι[— — —]ΟΣΛΜΙ[— —]Ι[— —]Ι[—]Ι | |
16a | [—————] |
17 | χαίροις, ὦ παροδῖτα̣· τίς ω[— — —]Σ̣Ω#⁷[— —]ΩΖ̣Ε |
Ἄτταλος, ὃν δ̣αίμων ἥρπασεν καὶ κατέχει | |
ἀλλὰ πατρὸς τίν̣ος [ὄ]ντα π[․]ΟΕΙΤ#⁷Σ̣Ι̣Λ̣ΟΛΤΟ | |
20 | μητρὸς δ’ εἰ ζητεῖς̣ ἐκ τίνος εἰμί, Τύχης. |
ἡλικίην μάθε λοιπ̣όν· ἐτῶν θνή̣σκω̣ δ̣εκ[απέντε] | |
τῆς ἀρετῆς ἐλθὼν τῆ[ς] μεγά̣λ̣ης ἐπ’ ἄ̣κρ[ον]. |