[ ] Lakonike — Gytheion — ca. 100-50 BC
1 πέντε <σ>ε καὶ δέκ’ ἐτῶν ὁ βαρὺς μίτος ἥρπασε Μοιρ̣[ῶ]ν,
Ἄτταλε, σεμνοτάτης μητρὸς ἄ[γ]α̣<λμ>α̣ [Τύ]χης,
τὸν σοφίαν ἀσκοῦντα̣ κα̣ὶ ε̣ἰς καλὰ πάντα Μο[υ]σ[ῶ]<ν>
Ἄττ̣αλον εὐμοίρωι χρησάμενον β̣ιότωι.
5 το̣ι̣γὰ̣ρ μὴ λυπεῖσθε λ̣ίαν τὸ γὰρ νέον, ὥς τινες ε<ἶπ>ον
εἰ φίλον ἐστὶ θεοῖς, ὀξν ἔ̣χει θά̣να̣το̣ν.
6a —————
7 Ἄτταλος ἐνθά̣δε̣ ἔφηβ̣[ο]ς ἔτη ζ̣ή̣σα̣ς δεκ̣[α]πέντε
κεῖται τὴν Μουσῶν̣ γνο̣ὺ̣ς π’ ἄ̣κρον σοφίην.
τοῦτο δὲ δυστήνοισιν ἐν ἀνθρώποισιν̣ ἔδε[ι]ξεν
10 θνήσκων, ὡς ἀγαθὸν πᾶν ὀλιγοχρόνιον.
10a —————
11 Ἄτταλον ἀκμά̣ζοντα κα<λ>ὸν κ̣αὶ χρηστὸν ἔ̣φηβ̣ον
ἥρπασεν ἡ ταχινὴ Μοῖρα πρὸς ἀθανάτους,
οὔπω γευσάμενον β̣ιό[τ]ο[υ], κλ[α]υ̣τ̣ὸν δὲ γονεῦσιν,
ζήσανθ’ ἡλικίην, ἣν ἐπένευσ[ε θεό]<ς>. [—]Ο
15 ὁ χρόνος̣ ἀ̣ν̣θ̣ρώποις [— — — —]ΝΛΕ[․]ΒΟ[—]ΝΟ
τείμιοι εὐκαίρως τοι[— — —]ΟΣΛΜΙ[— —]Ι[— —]Ι[—]Ι
16a [—————]
17 χαίροις, ὦ παροδῖτα̣· τίς ω[— — —]Σ̣Ω#⁷[— —]ΩΖ̣Ε
Ἄτταλος, ὃν δ̣αίμων ἥρπασεν καὶ κατέχει
ἀλλὰ πατρὸς τίν̣ος [ὄ]ντα π[․]ΟΕΙΤ#⁷Σ̣Ι̣Λ̣ΟΛΤΟ
20 μητρὸς δ’ εἰ ζητεῖς̣ ἐκ τίνος εἰμί, Τύχης.
H(LIKI/HN MA/QE LOIP?O/N: E)TW=N QNH/?SKW? D?EK[APE/NTE]
τῆς ἀρετῆς ἐλθὼν τῆ[ς] μεγά̣λ̣ης ἐπ’ ἄ̣κρ[ον].
Search Help
Contact Us