[ ]
Lakonike — Gytheion — after 71/70 BC
1 | ἐπεὶ Νεμέριος καὶ Μάαρκος Κλοάτιοι Νεμερίου ὑοὶ Ῥωμαῖοι, |
οἱ πρόξενοι καὶ εὐεργέται τᾶς πόλεος ἁμῶν, ἄνωθεν δια- | |
τετέλεκαν τὰ δίκαια ποιοῦντες τᾶι τε πόλει καὶ κατ’ ἰδίαν | |
τοῖς ἐντυνχάνουσιν αὐτοῖς τῶν πολιτᾶν σπουδᾶς καὶ φιλο- | |
5 | τιμίας οὐθὲν ἐνλείποντες, ὑπὲρ ὧν καὶ παρ’ αὐτοὺς τοὺς κα[ι]- |
ροὺς ἁ πόλις εὐχαριστοῦσα μνείαν ποιησαμένα ταῖς κα[θη]- | |
[κ]ούσαις αὐτοὺς ἐκόσμησεν τιμαῖς ἔν τε τῶι ἐπὶ Λαχάρεο[ς] | |
[ἐ]νιαυτῶι καὶ ὅτε περὶ τοῦ πρώτου δανείου τὰν λύσιν ἐποιοῦν- | |
[το], καὶ ἐν τῶι ἐπὶ Φα̣ήινου δὲ ἐνιαυτῶι, ὅτε περὶ τοῦ ἄλλου δα- | |
10 | νείου τοῦ τᾶν τρισχιλιᾶν καὶ ἐνακοσιᾶν ἑξήκοντα πέντε |
δραχμᾶν, ἇν ἐδανείσατο ἁ πόλις ἐν τῶι ἐπὶ Δαμαρμένου | |
ἐνιαυτῶι, λαβόντες ἐπὶ Μαρκιλίου κριτὰν Ἀθηναίων δᾶ- | |
μον, παρακληθέντες ὑπὸ τῶν πολιτᾶν συνεχῶρησαν ὥσ- | |
τε κομίσασθαι ὅσον ἔπεισαν αὐτοὺς οἱ πολῖται, καὶ ἐν τῶι | |
15 | ἐπὶ Βιάδα δὲ ἐνιαυτῶι, ὅτε ἰδίαν χάριν ἐξαιτησάμενοι |
Πόπλιον τε Αὐτρώνιον καὶ Λεύκιον Μαρκίλιον ὄντας αὐτοῖς | |
ξένους, οὓς καὶ ὑπεδέξαντο τοῖς ἰδίοις δαπανάμασιν, καὶ | |
παρᾳτήσαντο τούς τε στρατιώτας καὶ τὰ λοιπὰ τὰ ἐπιτασ- | |
σόμενα ὑπ’ αὐτῶν, ὄντα ἱκανά, δι’ ὧν ἐκούφισαν τὰν πόλιν ὁλο- | |
20 | σχερῶς χαρισαμένων αὐτοῖς τῶν προγεγραμμένων ἀνδρῶν, |
εἰσδεδεγμένοι τέ εἰσιν εἰς τὰν τᾶς πόλεως χάριν κ̣αὶ συνυπό- | |
λανψιν καὶ πλεονάκις πολλοὺς τῶν ἁγουμένων, Γάϊόν τε Ἰούλ[ι]- | |
ον πρεσβευτὰν καὶ Πόπλιον Αὐτρώνιον πρεσβευτὰν καὶ Φούλβ- | |
[ι]ον πρεσβευτάν, πάντα ταῦτα ποιοῦντες χάριν τᾶς πρὸς τὰν π[ό]- | |
25 | λιν καὶ τοὺς πολίτας εὐνοίας· ἐπιτάξαντός τε τᾶι πόλει ἁμῶν |
Γαΐου Γαλλίου σῖτον καὶ Κοΐντου Ἀνχαρίου ἱμάτια κατὰ τὸ ἐπιβάλ- | |
λον τᾶι πόλει ἁμῶν τὰν πᾶσαν σπουδὰν καὶ φιλοτιμίαν εἰσε- | |
νενκάμενοι ἐνέτυχον, ἵνα μὴ δῷ ἁ ἁμετέρα πόλις, ἀλλὰ ἐλα- | |
φρισθῆ, ὃ καὶ ἐπέτυχον, καὶ οὐκ εἰσηνένκαμεν, τῶν τε πολιτᾶν | |
30 | κατ’ ἰδίαν, ὅσοι αὐτοῖς ἐντέτευχαν ἤ τινα χρείαν εἴσχηκαν, τὰ |
πάντα πᾶσιν πεποίηκαν ἀπροφασίστους αὑτοὺς παρεισχη- | |
μένοι ἐν παντὶ καιρῶι, ἔν τε τῶι ἐπὶ Τιμοκράτεος ἐνιαυτῶι, | |
[ὅ]τε Ἀντώνιος παρεγένετο, χρείαν ἐχούσας τᾶς πόλεως δι- | |
αφόρων καὶ μηθενὸς ἄλλου θέλοντος συναλλάξαι ἐδάνει- | |
35 | σαν ἁμῖν δραχμὰς τετρακισχιλίας διακοσίας συναλλά- |
γματος τόκου τετραδραχμιαίου, ὑπὲρ οὗ καὶ παρακληθέν- | |
τες ὑπὸ τοῦ δάμου ἐν τῶι ἐπὶ Νικαρετίδα ἐνιαυτῶι εὐθυτο- | |
κίαν δίδραχμον τ[ό]κον συνεχώρησαν καὶ ἐχαρίσαντο τᾶι | |
πόλει ἀπὸ τοῦ ὀφειλομένου χρήματος ὑπὲρ χιλίας καὶ πεν- | |
40 | τακοσίας δραχμάς· δ̣[ιὰ] πάντα τὰ προγεγραμμένα ἔδοξε |
τῶι δάμωι ἐν ταῖς μ̣[ε]γ̣[ά]λαις ἀπελλαῖς· ἐπαινέσαι Νεμέ- | |
ριον καὶ Μάαρκον Κλοατίους Νεμερίου υἱοὺς Ῥωμαίους ἐπὶ | |
πᾶσι τοῖς προγεγραμμένοις εἴς τε τὰν πόλιν καὶ τῶν ἰδιω- | |
τᾶν το<ὺ>ς ἐντετευχό<τας> αὐτοῖς, καὶ ἐπὶ τᾶι εὐνοίαι, ἇι διατε- | |
45 | τέλεκαν ἔχοντες εἰς τὰν πόλιν ἁμῶν· εἶναι δὲ αὐτοῖς τὰ τί- |
μια καὶ φιλάνθρωπα πάντα, ὅσα καὶ τοῖς ἄλλοις προξένοις | |
[κ]αὶ εὐεργέταις τᾶς πόλεος ἁμῶν· προσκαλούντω δὲ α[ὐ]- | |
τοὺς καὶ οἱ ἔφοροι <καὶ ἐκγόνους> αὐτῶν εἰς προεδρίαν {καὶ} ἀεὶ οἱ ἀντιτυν- | |
χάνοντες ἐν πᾶσι τοῖς ἀγῶσιν, οἷς ἂν ποιῇ ἁ πόλις ἁμῶν, | |
50 | καὶ ἐξέστω αὐτοῖς ἐπικαθῆσθαι μετὰ τῶν ἐφόρων ἐν προ- |
εδρίαι, ὅπως πᾶσι φανερὸν ἦι, ὅτι ἁ πόλις ἁμῶν τιμᾶι τοὺς ἀ- | |
ξίους τῶν ἀνδρῶν· ἀναγραψάντω δὲ οἱ ἔφοροι οἱ ἐπὶ Νικα- | |
ρετίδα τούτων τ̣[ῶν] φ[ι]λαν[θρώ]πων <ἀντίγραφον> εἰς στάλαν λιθίναν | |
καὶ ἀναθέτωσαν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, ἐν ὧι ἂν τό- | |
55 | πωι α[ὐ]τ̣οῖς οἱ ἱερεῖς συνχωρήσωσιν· ἁ δὲ δαπάνα ἐκ τᾶς |
πόλεως ἔστω. |