[ ] Lakonike — Gytheion — after 71/70 BC
1 ἐπεὶ Νεμέριος καὶ Μάαρκος Κλοάτιοι Νεμερίου ὑοὶ Ῥωμαῖοι,
OI( PRO/CENOI KAI\ EU)ERGE/TAI TA=S PO/LEOS A(MW=N, A)/NWQEN DIA-
τετέλεκαν τὰ δίκαια ποιοῦντες τᾶι τε πόλει καὶ κατ’ ἰδίαν
τοῖς ἐντυνχάνουσιν αὐτοῖς τῶν πολιτᾶν σπουδᾶς καὶ φιλο-
5 τιμίας οὐθὲν ἐνλείποντες, ὑπὲρ ὧν καὶ παρ’ αὐτοὺς τοὺς κα[ι]-
ροὺς ἁ πόλις εὐχαριστοῦσα μνείαν ποιησαμένα ταῖς κα[θη]-
[κ]ούσαις αὐτοὺς ἐκόσμησεν τιμαῖς ἔν τε τῶι ἐπὶ Λαχάρεο[ς]
[ἐ]νιαυτῶι καὶ ὅτε περὶ τοῦ πρώτου δανείου τὰν λύσιν ἐποιοῦν-
[το], καὶ ἐν τῶι ἐπὶ Φα̣ήινου δὲ ἐνιαυτῶι, ὅτε περὶ τοῦ ἄλλου δα-
10 νείου τοῦ τᾶν τρισχιλιᾶν καὶ ἐνακοσιᾶν ἑξήκοντα πέντε
δραχμᾶν, ἇν ἐδανείσατο ἁ πόλις ἐν τῶι ἐπὶ Δαμαρμένου
ἐνιαυτῶι, λαβόντες ἐπὶ Μαρκιλίου κριτὰν Ἀθηναίων δᾶ-
μον, παρακληθέντες ὑπὸ τῶν πολιτᾶν συνεχῶρησαν ὥσ-
τε κομίσασθαι ὅσον ἔπεισαν αὐτοὺς οἱ πολῖται, καὶ ἐν τῶι
15 ἐπὶ Βιάδα δὲ ἐνιαυτῶι, ὅτε ἰδίαν χάριν ἐξαιτησάμενοι
Πόπλιον τε Αὐτρώνιον καὶ Λεύκιον Μαρκίλιον ὄντας αὐτοῖς
ξένους, οὓς καὶ ὑπεδέξαντο τοῖς ἰδίοις δαπανάμασιν, καὶ
παρᾳτήσαντο τούς τε στρατιώτας καὶ τὰ λοιπὰ τὰ ἐπιτασ-
σόμενα ὑπ’ αὐτῶν, ὄντα ἱκανά, δι’ ὧν ἐκούφισαν τὰν πόλιν ὁλο-
20 σχερῶς χαρισαμένων αὐτοῖς τῶν προγεγραμμένων ἀνδρῶν,
εἰσδεδεγμένοι τέ εἰσιν εἰς τὰν τᾶς πόλεως χάριν κ̣αὶ συνυπό-
λανψιν καὶ πλεονάκις πολλοὺς τῶν ἁγουμένων, Γάϊόν τε Ἰούλ[ι]-
ον πρεσβευτὰν καὶ Πόπλιον Αὐτρώνιον πρεσβευτὰν καὶ Φούλβ-
[ι]ον πρεσβευτάν, πάντα ταῦτα ποιοῦντες χάριν τᾶς πρὸς τὰν π[ό]-
25 λιν καὶ τοὺς πολίτας εὐνοίας· ἐπιτάξαντός τε τᾶι πόλει ἁμῶν
Γαΐου Γαλλίου σῖτον καὶ Κοΐντου Ἀνχαρίου ἱμάτια κατὰ τὸ ἐπιβάλ-
λον τᾶι πόλει ἁμῶν τὰν πᾶσαν σπουδὰν καὶ φιλοτιμίαν εἰσε-
νενκάμενοι ἐνέτυχον, ἵνα μὴ δῷ ἁ ἁμετέρα πόλις, ἀλλὰ ἐλα-
φρισθῆ, ὃ καὶ ἐπέτυχον, καὶ οὐκ εἰσηνένκαμεν, τῶν τε πολιτᾶν
30 κατ’ ἰδίαν, ὅσοι αὐτοῖς ἐντέτευχαν ἤ τινα χρείαν εἴσχηκαν, τὰ
πάντα πᾶσιν πεποίηκαν ἀπροφασίστους αὑτοὺς παρεισχη-
μένοι ἐν παντὶ καιρῶι, ἔν τε τῶι ἐπὶ Τιμοκράτεος ἐνιαυτῶι,
[ὅ]τε Ἀντώνιος παρεγένετο, χρείαν ἐχούσας τᾶς πόλεως δι-
αφόρων καὶ μηθενὸς ἄλλου θέλοντος συναλλάξαι ἐδάνει-
35 σαν ἁμῖν δραχμὰς τετρακισχιλίας διακοσίας συναλλά-
γματος τόκου τετραδραχμιαίου, ὑπὲρ οὗ καὶ παρακληθέν-
τες ὑπὸ τοῦ δάμου ἐν τῶι ἐπὶ Νικαρετίδα ἐνιαυτῶι εὐθυτο-
κίαν δίδραχμον τ[ό]κον συνεχώρησαν καὶ ἐχαρίσαντο τᾶι
πόλει ἀπὸ τοῦ ὀφειλομένου χρήματος ὑπὲρ χιλίας καὶ πεν-
40 τακοσίας δραχμάς· δ̣[ιὰ] πάντα τὰ προγεγραμμένα ἔδοξε
τῶι δάμωι ἐν ταῖς μ̣[ε]γ̣[ά]λαις ἀπελλαῖς· ἐπαινέσαι Νεμέ-
RION KAI\ *MA/ARKON *KLOATI/OUS *NEMERI/OU UI(OU\S *(RWMAI/OUS E)PI\
πᾶσι τοῖς προγεγραμμένοις εἴς τε τὰν πόλιν καὶ τῶν ἰδιω-
τᾶν το<ὺ>ς ἐντετευχό<τας> αὐτοῖς, καὶ ἐπὶ τᾶι εὐνοίαι, ἇι διατε-
45 τέλεκαν ἔχοντες εἰς τὰν πόλιν ἁμῶν· εἶναι δὲ αὐτοῖς τὰ τί-
μια καὶ φιλάνθρωπα πάντα, ὅσα καὶ τοῖς ἄλλοις προξένοις
[κ]αὶ εὐεργέταις τᾶς πόλεος ἁμῶν· προσκαλούντω δὲ α[ὐ]-
τοὺς καὶ οἱ ἔφοροι <καὶ ἐκγόνους> αὐτῶν εἰς προεδρίαν {καὶ} ἀεὶ οἱ ἀντιτυν-
χάνοντες ἐν πᾶσι τοῖς ἀγῶσιν, οἷς ἂν ποιῇ ἁ πόλις ἁμῶν,
50 καὶ ἐξέστω αὐτοῖς ἐπικαθῆσθαι μετὰ τῶν ἐφόρων ἐν προ-
εδρίαι, ὅπως πᾶσι φανερὸν ἦι, ὅτι ἁ πόλις ἁμῶν τιμᾶι τοὺς ἀ-
ξίους τῶν ἀνδρῶν· ἀναγραψάντω δὲ οἱ ἔφοροι οἱ ἐπὶ Νικα-
ρετίδα τούτων τ̣[ῶν] φ[ι]λαν[θρώ]πων <ἀντίγραφον> εἰς στάλαν λιθίναν
καὶ ἀναθέτωσαν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, ἐν ὧι ἂν τό-
55 πωι α[ὐ]τ̣οῖς οἱ ἱερεῖς συνχωρήσωσιν· ἁ δὲ δαπάνα ἐκ τᾶς
πόλεως ἔστω.
Search Help
Contact Us