[ ]
Lakonike — Gytheion — ca. 80 BC
| [ἐπειδὴ Φιλήμων Θεοξένου καὶ Θεόξε]- | |
| [νος Φιλήμονος οἱ πολῖται ἁμῶν πόθο]- | |
| 1 | [δον ἐπ]οιήσαντο ποτί τε τοὺς ἐφόρου[ς] |
| [καὶ τ]ὸν δᾶμον, ὅπως ἐπισκευάσωσιν ἐκ | |
| [τ]ῶν ἰδίων βίων τὸ ἱερὸν τὸ τοῦ Ἀπόλλω- | |
| [ν]ος τοῦ ποτὶ τᾶι ἀγορᾶι, ὃ καὶ ἦν ἐκ παλαιῶν | |
| 5 | [χ]ρόνων κατηρειμμένον #⁵⁶ καὶ ἐπισκευάσο[υ]- |
| [σ]ιν δαπάναν καὶ ἔξοδον μεγάλαν ποιού- | |
| μενοι ἐκ τῶν ἰδίων βίων ἕνεκα τοῦ καὶ τὰ | |
| πρὸς τοὺς θεοὺς τηρεῖν δίκαια καὶ τὰν ἰδίαν | |
| πατρίδα, ἐφ’ ὅσον ἐν δυνατῶι, συναύξειν· δί- | |
| 10 | καιον δέ ἐστιν καὶ τὸν ἁμέτερον δᾶμον τὰ- |
| ν τῶν προγεγραμμένων ἀνδρῶν προαίρε- | |
| σιν συναύξειν, χάριτι τὰν προθυμίαν αὐτῶν | |
| ἀμειβομένους, ἅτις ἔσται κεχαρισμένα | |
| καὶ τοῖς διδοῦσι καὶ τοῖς λαμβάνουσι, ἐν | |
| 15 | πολλοῖς δὲ καὶ ἑτέροις καιροῖς καὶ μέρεσ[ι] |
| τοῦ βίου ἑαυτοὺς ἐπιδέδωκαν εἰς τὸ παν- | |
| τὶ τρόπωι τάν τε πόλιν καὶ τοὺς πολίτας ε[ὐ]- | |
| εργετεῖν, οὐθένα καιρὸν ὑπερτιθέμενοι πρ- | |
| ὸς τὸ διὰ παντὸς ἀγαθοῦ παραίτιοι γείνεσθαι | |
| 20 | τοῖς ἅπασιν· δι’ ἃ ἔδοξε τῶι δάμωι ἐν ταῖς |
| μεγάλαις ἀπελλαῖς· εἶναι τὸ ἱερὸν τὸ τοῦ Ἀ- | |
| πόλλωνος Φιλήμονος τοῦ Θεοξένου καὶ Θεοξέ- | |
| νου τοῦ Φιλήμονος τῶν πολιτᾶν ἁμῶν καὶ εἶ- | |
| ναι αὐτοὺς ἱερεῖς τοῦ Ἀπόλλωνος καὶ ἐγγόν[ο]- | |
| 25 | υς αὐτῶν ἀεὶ διὰ βίου καὶ εἶναι παραδόσιμον τ[ὸ] |
| προγεγραμμένον ἱερὸν τοῖς ἐγγόνοις αὐτῶν | |
| ἀεὶ διὰ βίου καὶ εἶναι αὐτοῖς τὰ τίμια καὶ φιλάν- | |
| θρωπα πάντα, ὅσα καὶ τοῖς ἄλλοις ἱερεῦσιν τοῖ[ς] | |
| κατὰ γένος ὑπάρχει, καὶ ἔχειν {Α} αὐτοὺς τὰν ἐ- | |
| 30 | ξουσίαν τοῦ τε ἱεροῦ καὶ τοῦ θεοῦ καὶ τῶν ἀ- |
| πὸ τοῦ ἱεροῦ πάντων, προστασίαν ποιουμέ- | |
| νους καὶ ἐπιμέλειαν, καθὼς ἂν αὐτοὶ προαι- | |
| ρῶνται· οἱ δὲ ἔφοροι οἱ ἐπὶ Κλεάνορος τούτου | |
| τοῦ νόμου ἀντίγραφον εἰστάλαν λιθίναν γρά- | |
| 35 | ψαντες ἀναθέτωσαν εἰς τὸ ἱερὸν τὸ τοῦ Ἀ- |
| πόλλωνος· ἁ δὲ δαπάνα ἐκ τᾶς πόλεος ἔστω. | |
| vacat |