[ ] Lakonike — Gytheion — ca. 80 BC
[ἐπειδὴ Φιλήμων Θεοξένου καὶ Θεόξε]-
[νος Φιλήμονος οἱ πολῖται ἁμῶν πόθο]-
1 [δον ἐπ]οιήσαντο ποτί τε τοὺς ἐφόρου[ς]
[καὶ τ]ὸν δᾶμον, ὅπως ἐπισκευάσωσιν ἐκ
[τ]ῶν ἰδίων βίων τὸ ἱερὸν τὸ τοῦ Ἀπόλλω-
[ν]ος τοῦ ποτὶ τᾶι ἀγορᾶι, ὃ καὶ ἦν ἐκ παλαιῶν
5 [χ]ρόνων κατηρειμμένον #⁵⁶ καὶ ἐπισκευάσο[υ]-
[σ]ιν δαπάναν καὶ ἔξοδον μεγάλαν ποιού-
μενοι ἐκ τῶν ἰδίων βίων ἕνεκα τοῦ καὶ τὰ
πρὸς τοὺς θεοὺς τηρεῖν δίκαια καὶ τὰν ἰδίαν
πατρίδα, ἐφ’ ὅσον ἐν δυνατῶι, συναύξειν· δί-
10 καιον δέ ἐστιν καὶ τὸν ἁμέτερον δᾶμον τὰ-
ν τῶν προγεγραμμένων ἀνδρῶν προαίρε-
σιν συναύξειν, χάριτι τὰν προθυμίαν αὐτῶν
ἀμειβομένους, ἅτις ἔσται κεχαρισμένα
καὶ τοῖς διδοῦσι καὶ τοῖς λαμβάνουσι, ἐν
15 πολλοῖς δὲ καὶ ἑτέροις καιροῖς καὶ μέρεσ[ι]
τοῦ βίου ἑαυτοὺς ἐπιδέδωκαν εἰς τὸ παν-
τὶ τρόπωι τάν τε πόλιν καὶ τοὺς πολίτας ε[ὐ]-
εργετεῖν, οὐθένα καιρὸν ὑπερτιθέμενοι πρ-
ὸς τὸ διὰ παντὸς ἀγαθοῦ παραίτιοι γείνεσθαι
20 τοῖς ἅπασιν· δι’ ἃ ἔδοξε τῶι δάμωι ἐν ταῖς
μεγάλαις ἀπελλαῖς· εἶναι τὸ ἱερὸν τὸ τοῦ Ἀ-
πόλλωνος Φιλήμονος τοῦ Θεοξένου καὶ Θεοξέ-
νου τοῦ Φιλήμονος τῶν πολιτᾶν ἁμῶν καὶ εἶ-
ναι αὐτοὺς ἱερεῖς τοῦ Ἀπόλλωνος καὶ ἐγγόν[ο]-
25 υς αὐτῶν ἀεὶ διὰ βίου καὶ εἶναι παραδόσιμον τ[ὸ]
προγεγραμμένον ἱερὸν τοῖς ἐγγόνοις αὐτῶν
ἀεὶ διὰ βίου καὶ εἶναι αὐτοῖς τὰ τίμια καὶ φιλάν-
θρωπα πάντα, ὅσα καὶ τοῖς ἄλλοις ἱερεῦσιν τοῖ[ς]
κατὰ γένος ὑπάρχει, καὶ ἔχειν {Α} αὐτοὺς τὰν ἐ-
30 ξουσίαν τοῦ τε ἱεροῦ καὶ τοῦ θεοῦ καὶ τῶν ἀ-
πὸ τοῦ ἱεροῦ πάντων, προστασίαν ποιουμέ-
νους καὶ ἐπιμέλειαν, καθὼς ἂν αὐτοὶ προαι-
ρῶνται· οἱ δὲ ἔφοροι οἱ ἐπὶ Κλεάνορος τούτου
τοῦ νόμου ἀντίγραφον εἰστάλαν λιθίναν γρά-
35 ψαντες ἀναθέτωσαν εἰς τὸ ἱερὸν τὸ τοῦ Ἀ-
πόλλωνος· ἁ δὲ δαπάνα ἐκ τᾶς πόλεος ἔστω.
                vacat
Search Help