[ ]
Lakonike — Gytheion — ca. 80 BC
[ἐπειδὴ Φιλήμων Θεοξένου καὶ Θεόξε]- | |
[νος Φιλήμονος οἱ πολῖται ἁμῶν πόθο]- | |
1 | [δον ἐπ]οιήσαντο ποτί τε τοὺς ἐφόρου[ς] |
[καὶ τ]ὸν δᾶμον, ὅπως ἐπισκευάσωσιν ἐκ | |
[τ]ῶν ἰδίων βίων τὸ ἱερὸν τὸ τοῦ Ἀπόλλω- | |
[ν]ος τοῦ ποτὶ τᾶι ἀγορᾶι, ὃ καὶ ἦν ἐκ παλαιῶν | |
5 | [χ]ρόνων κατηρειμμένον #⁵⁶ καὶ ἐπισκευάσο[υ]- |
[σ]ιν δαπάναν καὶ ἔξοδον μεγάλαν ποιού- | |
μενοι ἐκ τῶν ἰδίων βίων ἕνεκα τοῦ καὶ τὰ | |
πρὸς τοὺς θεοὺς τηρεῖν δίκαια καὶ τὰν ἰδίαν | |
πατρίδα, ἐφ’ ὅσον ἐν δυνατῶι, συναύξειν· δί- | |
10 | καιον δέ ἐστιν καὶ τὸν ἁμέτερον δᾶμον τὰ- |
ν τῶν προγεγραμμένων ἀνδρῶν προαίρε- | |
σιν συναύξειν, χάριτι τὰν προθυμίαν αὐτῶν | |
ἀμειβομένους, ἅτις ἔσται κεχαρισμένα | |
καὶ τοῖς διδοῦσι καὶ τοῖς λαμβάνουσι, ἐν | |
15 | πολλοῖς δὲ καὶ ἑτέροις καιροῖς καὶ μέρεσ[ι] |
τοῦ βίου ἑαυτοὺς ἐπιδέδωκαν εἰς τὸ παν- | |
τὶ τρόπωι τάν τε πόλιν καὶ τοὺς πολίτας ε[ὐ]- | |
εργετεῖν, οὐθένα καιρὸν ὑπερτιθέμενοι πρ- | |
ὸς τὸ διὰ παντὸς ἀγαθοῦ παραίτιοι γείνεσθαι | |
20 | τοῖς ἅπασιν· δι’ ἃ ἔδοξε τῶι δάμωι ἐν ταῖς |
μεγάλαις ἀπελλαῖς· εἶναι τὸ ἱερὸν τὸ τοῦ Ἀ- | |
πόλλωνος Φιλήμονος τοῦ Θεοξένου καὶ Θεοξέ- | |
νου τοῦ Φιλήμονος τῶν πολιτᾶν ἁμῶν καὶ εἶ- | |
ναι αὐτοὺς ἱερεῖς τοῦ Ἀπόλλωνος καὶ ἐγγόν[ο]- | |
25 | υς αὐτῶν ἀεὶ διὰ βίου καὶ εἶναι παραδόσιμον τ[ὸ] |
προγεγραμμένον ἱερὸν τοῖς ἐγγόνοις αὐτῶν | |
ἀεὶ διὰ βίου καὶ εἶναι αὐτοῖς τὰ τίμια καὶ φιλάν- | |
θρωπα πάντα, ὅσα καὶ τοῖς ἄλλοις ἱερεῦσιν τοῖ[ς] | |
κατὰ γένος ὑπάρχει, καὶ ἔχειν {Α} αὐτοὺς τὰν ἐ- | |
30 | ξουσίαν τοῦ τε ἱεροῦ καὶ τοῦ θεοῦ καὶ τῶν ἀ- |
πὸ τοῦ ἱεροῦ πάντων, προστασίαν ποιουμέ- | |
νους καὶ ἐπιμέλειαν, καθὼς ἂν αὐτοὶ προαι- | |
ρῶνται· οἱ δὲ ἔφοροι οἱ ἐπὶ Κλεάνορος τούτου | |
τοῦ νόμου ἀντίγραφον εἰστάλαν λιθίναν γρά- | |
35 | ψαντες ἀναθέτωσαν εἰς τὸ ἱερὸν τὸ τοῦ Ἀ- |
πόλλωνος· ἁ δὲ δαπάνα ἐκ τᾶς πόλεος ἔστω. | |
vacat |