Manumission record with consecration to Zeus Soter. Stone block, reused in the construction of a late Roman tower.
[ ]
Epeiros — Bouthrotos (Butrint) — after 163 BC
1 | στραταγοῦντος τῶν Πρασαι- |
βῶν Λυκώτα Θοιατοῦ, προσ- | |
τατοῦντος δὲ Μαχάτα Δη- | |
λίου, ἱεριτεύοντος δὲ το͂ι Διὶ | |
5 | το͂ι Σωτῆρι Μαχάτα τοῦ Φωτέ- |
ος, μηνὸς Εὐκλείου, ἀφίεντι | |
ἐλευθέραν καὶ ἀνατίθεντι ἱε- | |
ρὰν το͂ι Διὶ το͂ι Σωτῆρι Φίλινναν | |
Φυσκίων, Λυσανίας, Παμφίλα, Ἀν- | |
10 | τιπάτρα, Φιλίστα· ἴμεν ὅπαι κα χρή- |
ζῃ· τύχαι τᾶι ἀγαθᾶι· μάρτυρες | |
Θύρμαξ Δείνωνος Ἐσχάτιος, | |
Λεοντεὺς Λέοντος Λυκοῦργ- | |
ος, Νίκαιος Μενοιτίου Λοιγύφιος. |