Manumission record with consecration to Zeus Soter.  Stone block, reused in the construction of a late Roman tower.
[ ] Epeiros — Bouthrotos (Butrint) — after 163 BC
1 στραταγοῦντος τῶν Πρασαι-
βῶν Λυκώτα Θοιατοῦ, προσ-
τατοῦντος δὲ Μαχάτα Δη-
λίου, ἱεριτεύοντος δὲ το͂ι Διὶ
5 το͂ι Σωτῆρι Μαχάτα τοῦ Φωτέ-
ος, μηνὸς Εὐκλείου, ἀφίεντι
ἐλευθέραν καὶ ἀνατίθεντι ἱε-
ρὰν το͂ι Διὶ το͂ι Σωτῆρι Φίλινναν
Φυσκίων, Λυσανίας, Παμφίλα, Ἀν-
10 τιπάτρα, Φιλίστα· ἴμεν ὅπαι κα χρή-
ζῃ· τύχαι τᾶι ἀγαθᾶι· μάρτυρες
Θύρμαξ Δείνωνος Ἐσχάτιος,
Λεοντεὺς Λέοντος Λυκοῦργ-
ος, Νίκαιος Μενοιτίου Λοιγύφιος.
Search Help