Manumission record with consecration to Zeus Soter.  Stone block, reused in the construction of a late Roman tower.
[ ] Epeiros — Bouthrotos (Butrint) — after 163 BC
1 στραταγοῦντος τῶν Πρασαιβῶν Ἀντ-
ιγόνου Ὀπάτα, προσστατοῦντος {²⁶προστατοῦντος}²⁶ δὲ Φω-
τέος Παρθαίου, μηνὸς Φοινικαίου, ἀφίετι ἐλευ-
θέραν καὶ ἀνατίθητι ἱερὰν το͂ι Διὶ το͂ι Σω-
5 τῆρι ἀνέφαπτον, κατὰ τὸν τῶν ἀτέκνων
νόμον, Νικάνωρ Σιμάκου Φονιδατὸς Μέλισσαν
ἀπό τε τᾶς σάμερον ἁμέρας, ἴμεν ὅπαι κα θέλῃ, τύχαι
τᾶι ἀγαθᾶι· μάρτυρες Ἀνδρίσκος Κεφάλου Σακαρωνός,
Ἀπολλό[δω]ρος Ἀριστοκλέος, Δ̣ορ̣ίσκος Ἱποστράτου {²⁶Ἱπποστράτου}²⁶, Φανίας
10 Φανία Βουθρώτιοι, Θεότιμος Κλ[έ]ωνος Κλεωναῖος.
Search Help
Contact Us