Manumission record with consecration to Zeus Soter.  Stone block, reused in the construction of a late Roman tower.
[ ] Epeiros — Bouthrotos (Butrint) — after 163 BC
1 ἀγαθᾶι τύχαι· στραταγοῦντος Πρασαι-
βῶν Νικάνδρου Ὀπορρωνίου, προσ-
τατοῦντος δὲ Ἀδμάτου Λυκτεννοῦ,
ἱερεύοντος δὲ το͂ι Σωτῆρι Μυρτίλου Ἀνεμω-
5 τίου, ἀφίητι Γέλων ὁ Φιλίππου καὶ ἀνατίθη-
τι ἱερὸν το͂ι Διὶ το͂ι Σωτῆρι Ἡρακλείδαν· παραμε-
νέτω δὲ Ἡρακλείδας παρὰ Γέλωνα ἇς κα
ζο͂ι Γέλων, ἐπεὶ δέ κα τελευταίοι Γέλων ἴ-
μεν Ἡρακλείδαν ὅπαι κα θέλῃ· μάρτυρες ὅ
10 [τε] προστάτας Ἄδματος Νικαίου Λυκτεννὸς
καὶ τῶν συναρχόντων Ἀλέξανδρος Ἀνε-
ροίτα Πυλλίεο̣[ς(?)] καὶ τῶν ἄλλων πολιτᾶν
Μυρτίλος Σαώτα Ἀνεμώτιος, Λυκίσκος
Λύκου vacat Ὀφύλλιος, Ἀντιφῶν Βοΐσκου
15           vacat               Βουθρώτιος.
Search Help
Contact Us