Manumission record with consecration to Asklepios.  Stone block, reused in the construction of a late Roman tower.
[ ] Epeiros — Bouthrotos (Butrint) — after 163 BC — Iliria 11,1 (1981) 231 — SEG 32.623
1 ἀγαθᾶι τύχαι καὶ ἐπὶ σωτηρίαι· στρα-
ταγοῦντος τῶν Πρασαιβῶν Νικά-
νορος Μετωρέος, προστατοῦντος δὲ
Λυκίσκου Ἐρυθρωνίου, ἱερ[ε]ύοντος δὲ
5 τοῦ Ἀσκλαπιοῦ τοῦ ἐν Βουθρωτο͂ι Νικά-
νορος τοῦ Εὐνόμου Μετωρέος, μηνὸς Ψυ-
δρέος ἑβδόμαι, ἀφῆκε ἐλεύθερον, κατὰ
vac. τὸν τῶν ἀτέκνων νόμον, Τιμοκράτης
Νητίδιος καὶ ἁ γυνὰ ἁ Τιμοκρά[τ]εος Μεγανίκα
10 Χρήσιμον Μένωνος καὶ ἀνέθηκαν ἱερὸν
ἀνέφαπτον το͂ι Ἀσκλαπιο͂ι· μάρτυρες Δα-
μόκριτος Τεισάρχου Κεστρεῖνος Ἀσαν-
τὸς καὶ τῶν ἄλλων πολειτᾶν Δόκι-
μος Σαμία Θάριος, [Σί]μακος Λύκωνος
15 Θάριος, Λυσανίας Λ[υ]σιμάχου Βουθρώτι-
ος, Λυκῖνος Ἱστιαίου Βουθρώτιος· ἀπεκά-
ρυξε Δέρδας Μελανθίου.
Search Help
Contact Us