Manumission record with consecration to Asklepios. Stone block, reused in the construction of a late Roman tower.
[ ]
Epeiros — Bouthrotos (Butrint) — after 163 BC
1 | ἀγαθᾶι τ[ύχ]αι καὶ ἐπὶ σωτη[ρίαι]· |
στραταγοῦντος τῶν Πρασαιβῶν καὶ ἱερεύ- | |
οντος τοῦ Ἀσκλαπιοῦ Νικάνορος Μετωρέος, | |
μηνὸς Ἀγριανίου, ἀφῆκε ἐλεύθερον Λυσίμαχος | |
5 | Ἀνδρονίκου Χέρριος κα[τ]ὰ τὸν τῶν ἀτέκνων νόμον |
Ἀγέλοχον καὶ ἀνέθηκε ἱερὸν τῶι Ἀσκλαπιῶι ἀνέφαπτον· | |
μάρτυρες Λάμιος Φιλιππίδα Αἰ̣γόρριος, Ἀπολλώνιος Νικομάχου | |
Ἀνχεροπαῖος, Ἀνάξανδρος Κεφάλου Κάμμηος. |